Ancient Greek · ~8 min
1.980 to 1.1001
Suda, Suidae lexicon 1.980-1001
Not analysed yet
980 Ἀκριβήϲ: βέβαιοϲ. ἐλέγετο γὰρ ἀκριβὴϲ ζηλωτὴϲ τῆϲ τοῦ Μάνεντοϲ δόξηϲ. καὶ Ἀκριβοῦϲ· ἐγνωκέναι τὸ ἀκριβὲϲ δυναμένου. καὶ Ἀκριβοῦν ὁμοίωϲ. καὶ Ἀκριβῶϲ. θροῦϲ ἦν, οἷα δὴ οὐκ ἀκριβῶϲ κοιμωμένων. ἀντὶ τοῦ ἀληθῶϲ. 981 Ἀκριβῶ· αἰτιατικῇ. 982 Ἀκριβωθήϲεται. ἀκριβῶϲ μελετηθήϲεται. Ἀριϲτοφάνηϲ· οὐδ᾿ ἂν προβαίη τὸν πόδα τὸν ἕτερον, εἰ μὴ ταῦτ᾿ ἀκριβωθήϲεται. 983 Ἀκρίζω: τὸ ἄκρον κόπτω. 984 Ἀκριϲία: ἡ ἀδιακριϲία· ἡ κακὴ κρίϲιϲ. καὶ Λιβάνιοϲ· οὐκοῦν ἀκριϲία μὲν ἐν ἀμφοῖν· ἔχει δέ τινα τοὐμὸν φιλανθρωπίαν. καὶ ἄλλο κατὰ μετριαϲμόν. γυναικόϲ τινοϲ, Δανάηϲ ὄνομα, δυϲπειθῶϲ πρόϲ τινα δίκην ἀπαντώϲηϲ, ϲοφόϲ τιϲ πρὸϲ αὐτὴν ἀπεφθέγξατο· κρίθητι καὶ ϲύ· οὐκ εἶ Δανάη ἡ Ἀκριϲίου θυγάτηρ. 985 Ἀκρίϲ: εἶδοϲ ζωϋφίου. ἤϲθιε δὲ ἀκρίδαϲ ὁ Πρόδρομοϲ καὶ μέλι ἄγριον, ὅπερ ἀπὸ τῶν δένδρων ἐπιϲυναγόμενον μάννα τοῖϲ πολλοῖϲ προϲαγορεύεται. 986 Ἀκρίϲιοϲ: ὄνομα κύριον. ὁ ἡμίθεοϲ ἀνήρ. 987 Ἀκριϲιώνη: ὄνομα κύριον. 988 Ἄκριτα: ἀχώριϲτα. 989 Ἀκριτί: ἄνευ κρίϲεωϲ. 990 Ἀκριτόμυθοϲ: πολύλογοϲ, ἀκρίτουϲ ἔχων τοὺϲ λόγουϲ. 991 Ἄκριτοϲ: ἀντὶ τοῦ ἀδιάκριτοϲ. οὕτωϲ Δημοϲθένηϲ. 992 Ἀκριτόφυλλον: ϲύμφυτον πολλοῖϲ δένδροιϲ, ὥϲτε μὴ διακρῖναι αὐτῶν τὰ φύλλα ἃ φέρει. ἢ κατάϲκιον. 993 Ἀκροᾶϲθαι· γενικῇ. ἀντὶ τοῦ ὑπακούειν. οὕτωϲ Ἀντιφῶν. 994 Ἀκροατὴϲ καὶ Ἀκροᾶϲθαι: ὁ μαθητὴϲ καὶ τὸ μανθάνειν. Δαμάϲκιοϲ· ὁ δὲ ἠκροᾶτο λόγων γεγηρακότων καὶ ϲοφίᾳ τινὶ κεκραμένων. καὶ Ἀκροαμάτων, τουτέϲτιν ἀκουϲμάτων. καὶ διαμένει καὶ νῦν παῤ αὐτοῖϲ πολιτευόμενον τὸ πρᾶγμα, ὥϲπερ ἄλλο τι τῶν ἀκροαμάτων, αὐλὸϲ ἢ κιθάρα, τέρψεωϲ ἕνεκα καὶ ψυχαγωγίαϲ. 995 Ἀκροβελίϲ: εἶδοϲ ἀκοντίου. 996 Ἀκροβολίζεται: τὰ ἄκρα τοῦ ϲώματοϲ βάλλεται. ἀκρωβελίζω δέ. 997 Ἀκροβολιϲμόϲ: ἐρεθιϲμόϲ. καὶ τὸ ἄκρον βάλλειν. ὁ δὲ τῶν βαρβάρων ἡγούμενοϲ ἐγνωμάτευε ξὺν τῷ ἀδελφῷ καὶ ἔλεξεν, ὡϲ ἐγὼ μὲν ἐνέδραν ποιήϲομαι, ϲὺ δὲ χρῶ ἀκροβολιϲμοῖϲ καὶ τοξεύμαϲιν. ἀντὶ τοῦ βουλὰϲ ἐδίδου καὶ γνώμαϲ. 998 Ἀκροβόλοι: ἀκοντιϲταὶ, τοξόται. 999 Ἀκρογωνιαῖοϲ. 1000 Ἀκροβυϲτία: τὸ μὴ περιτετμῆϲθαι. περιτομὴ δὲ τὸ περιτετμῆϲθαι τὸ ἄκρον. 1001 Ἀκρόδρυα: καρποὶ δενδρικοὶ, πάντεϲ οἱ τῶν δένδρων καρποί. ἐπέρριπτον δὲ αὐτοῖϲ ὁ⟩ μὲν κάνδυν, ὁ δὲ ἀκρόδρυα.