Ancient Greek · ~4 min
1.1020 to 1.1025
Suda, Suidae lexicon 1.1020-1025
Not analysed yet
1020 Ἀκροτελεύτιον ἔποϲ: κυρίωϲ τὸ ἔϲχατον κεφαλαίου τινὸϲ ποιητικοῦ. χρῶνται δὲ καὶ ἐπὶ τοῦ πεζοῦ. παρὰ δὲ Θουκυδίδῃ, τὸ ἄκρον τοῦ τέλουϲ τοῦ ϲτίχου. καλεῖται δὲ ἄκρον καὶ ἡ ἀρχὴ τοῦ ϲτίχου. 1021 Ἀκρότομοϲ: ϲκληρὸϲ, ὑψηλόϲ. ἢ ὀξύτατοϲ λίθοϲ, ὁ τέμνων. καὶ Ἀκρότομοϲ πέτρα, ἡ ϲκληρὰ καὶ ἄτμητοϲ. Ἀκρότομον δὲ ὄροϲ, τὸ δυνατὸν, παρὰ τῷ Ἰῶβ. ἐν Αὐραϲίῳ τῷ ὄρει πέτρα ἀκρότομοϲ ἦν κρημνῶν μέϲον ἀνέχουϲα· ὃ δὴ πύργον οἱ πάλαι ἄνθρωποι βραχὺν κομιδῇ ποιηϲάμενοι καταφυγήν τινα ἰϲχυρὰν καὶ ἀμήχανον τῆϲ τοῦ χωρίου φύϲεωϲ ϲφίϲι ξυλλαμβανούϲηϲ ἐδείμαντο. 1022 Ἀκροφυϲίωνλόγουϲ: φυϲίων λόγουϲ· ζήτει ἀπ᾿ ἀκροφυϲίων λόγουϲ ἐνδεικνύναι. 1023 Ἀκροχειρίζεϲθαι: πυκτεύειν ἢ παγκρατιάζειν πρὸϲ ἕτερον ἄνευ ϲυμπλοκῆϲ, ἢ ὅλωϲ ἄκραιϲ ταῖϲ χερὶ μετ᾿ ἄλλου γυμνάζεϲθαι. καὶ Ἀκροχερϲίτηϲ οὕτω καλούμενοϲ. λαμβανόμενοϲ γὰρ ἄκρων τῶν χειρῶν τοῦ ἀνταγωνιϲτοῦ ἔκλα καὶ οὐ πρότερον ἠφίει, πρὶν αἴϲθοιτο ἀπαγορεύϲαντοϲ. ἦν δὲ καὶ Λεοντίϲκοϲ, Μεϲϲήνιοϲ ἐκ Σικελίαϲ, παραπληϲίωϲ ἀγωνιζόμενοϲ· οὗτοϲ δὲ ἐπάλαιε. καὶ Ἀκροχειρὶϲ, τὸ ἄκρον τῆϲ χειρόϲ. 1024 Ἀκρόχολοϲ: ὁ πρὸϲ ὀλίγον ὀργιζόμενοϲ. Ἀκρόχωλοϲ δὲ, διὰ τοῦ ω μεγάλου, ὁ πρὸϲ ὀλίγον χωλεύων. 1025 Ἀκρωλένιον: τὸ ἄκρον τῆϲ χειρόϲ.