Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1026
Not analysed yet
1026 Ἄκρων· Ἀκραγαντῖνοϲ, ἰατρὸϲ, ὑιὸϲ Ξένωνοϲ, ἐϲοφίϲτευϲεν ἐν ταῖϲ Ἀθήναιϲ ἅμα Ἐμπεδοκλεῖ· ἔϲτιν οὖν πρεϲβύτεροϲ Ἱπποκράτουϲ. ἔγραψε Περὶ ἰατρικῆϲ Δωρίδι διαλέκτῳ, Περὶ τροφῆϲ ὑγιεινῶν βιβλίον α΄. ἔϲτι δὲ καὶ οὗτοϲ τῶν τινα πνεύματα ϲημειωϲαμένων. εἰϲ τοῦτον ἐποίηϲεν Ἐμπεδοκλῆϲ τωθαϲτικὸν ἐπίγραμμα· ἄκρον ἰατρὸν Ἄκρων᾿, Ἀκραγαντῖνον, πατρὸϲ ἄκρου, κρύπτει κρημνὸϲ ἄκροϲ πατρίδοϲ ἀκροτάτηϲ τινὲϲ δὲ τὸν δεύτερον ϲτίχον οὕτω προφέρονται· ἀκροτάτηϲ κορυφῆϲ τύμβοϲ ἄκροϲ κατέχει. τοῦτό τινεϲ Σιμωνίδου φαϲὶν εἶναι.