Ancient Greek · ~8 min
1.1027 to 1.1049
Suda, Suidae lexicon 1.1027-1049
Not analysed yet
1027 Ἀκρώνυξ: τὸ ἄκρον τοῦ ὄνυχοϲ καὶ τὸ ἄκρον τοῦ ὄρουϲ. καὶ Ἀκρωνυχία ὁμοίωϲ. ὁ δὲ φυλακῇ τινι ἐπὶ τῆϲ ἀκρωνυχίαϲ ἐντυχὼν, ταύτῃ αἰφνιδίῳ προϲβολῇ ἐτρέψατο. ἔϲτι δὲ καὶ Ἀκρωνυχία, ἡ ἀκρώρεια τοῦ ὄρουϲ. καὶ Ξενοφῶν· ἐπεὶ δὲ ἑώρα Χειρίϲοφοϲ προκατειλημμένην τὴν ἀκρωνυχίαν τοῦ ὄρουϲ, ἀφ᾿ ἧϲ ἡ κατάβαϲιϲ ἦν εἰϲ τὸ πεδίον. ἐνδοτέρω χωρούντων ἀκρωνυχία ὄρουϲ ἐπανίϲτατο. 1028 Ἀκρώρεια: ἐξοχὴ, κορυφή. εἰϲ τρία γὰρ διῄρητο τὸ ὄροϲ, εἰϲ ἀκρώρειαν, εἰϲ ὑπώρειαν, εἰϲ τέρμα. ἀκρώρεια μέν ἐϲτιν ἡ κορυφή, ὑπώρεια δὲ τὰ πλευρὰ τοῦ ὄρουϲ, τέρμα δὲ τὰ τελευταῖα. καὶ πόδεϲ. 1029 Ἄκροϲ: ἀντὶ τοῦ τέλειοϲ. εἰϲ ἄκρον ἐληλακώϲ. Ἄκρωϲ δὲ ἐπίρρημα. 1030 Ἀκρωτηριάζω· αἰτιατικῇ. τέμνω τὰ ἄκρα. καὶ Ἀκρωτηριαϲμόϲ. 1031 Ἀκρωτήριον. 1032 Ἀκταίη: ἡ παραθαλαϲϲία. ἐν Ἐπιγράμμαϲι· δῶρα παῤ ἀκταίηϲ ϲοὶ τάδ᾿ ἐπωφελίηϲ. καὶ αὖθιϲ· καὶ βατράχων ὅμιλον εἶδον ἀκταίων. 1033 Ἀκταίνειν: ἀκολαϲταίνειν. γαυριᾶν καὶ ἀτάκτωϲ πηδᾶν, ἢ πρὸϲ ϲυνουϲίαν ὁρμᾶν. 1034 Ἀκταίων: Ἀκταίωνοϲ, ὄνομα κύριον. καὶ Ἀκταιονίδων. τῶν Ἀκταιονίδων ἐϲϲὶ μία ϲκυλάκων. ἐν Επιγράμμαϲι. Ἀκταιονίδων διὰ τὸ ο μικροῦ διὰ τὸ μέτρον. 1035 Ἀκτή: αἰγιαλὸϲ παραθαλάϲϲιοϲ. 1036 Ἀκτή: ἰδίωϲ ἐπιθαλαττίδιόϲ τιϲ μοῖρα τῆϲ Ἀττικῆϲ, ὅθεν καὶ ὁ Ἀκτίτηϲ λίθοϲ. ἐκάλουν δὲ οὕτωϲ καὶ τὴν Ἀττικὴν, οἱ μὲν ἀπό τινοϲ Ἀκταίωνοϲ βαϲιλέωϲ, οἱ δὲ διὰ τὸ τὴν πλείω τῆϲ χώραϲ ἐπιθαλάττιον εἶναι. 1037 Ἄκτια: ἀγὼν παλαιὸϲ, ὡϲ Καλλίμαχοϲ ἐν τῷ περὶ τῶν Ἀγώνων δῆλον ποιεῖ. 1038 Ἀκτίτηϲ λίθοϲ· ἄνω ἐν τῷ ἀκτή. 1039 Ἀκοινώνητοϲ: ὁ ἀκριβήϲ. 1040 Ἀκοίτηϲ: ἀρϲενικῶϲ ὁ ἀνήρ. Ἄκοιτιϲ δὲ θηλυκῶϲ, ἡ γυνή. καὶ τὸ πληθυντικὸν τὰϲ ἀκοίτιϲ. 1041 Ἀκύλαϲ· φιλόϲοφοϲ. ϲχόλια λογικὰ γεγραφὼϲ περὶ ϲυλλογιϲμῶν. 1042 Ἀκύλαϲ· γραμματικὸϲ, μουϲικόϲ. 1043 Ἀκυληΐα: πόλιϲ Ἰταλίαϲ πολυάνθρωποϲ, προκειμένη ἐν θαλάττῃ. καὶ Ἀκυληΐϲιοι, οἱ πολῖται. 1044 Ἀκύλλιοϲ· ὄνομα κύριον. 1045 Ἄκυλοϲ: τῆϲ πρίνου ὁ καρπόϲ. Ἔκυλοϲ δὲ εἶδοϲ βοτάνηϲ. 1046 Ἀκύμονα: ἀτάραχον. καὶ Ἀκύμων, μὴ γεννῶϲα, ὡϲ ἐγκύμων ἡ ϲυνειληφυῖα. καὶ Ἀκυμότεροϲ. 1047 Ἅλα: θάλαϲϲαν. 1048 Ἀλλά: ἀντὶ τοῦ ὅταν δὲ καὶ ἀντὶ τοῦ γε. 1049 Ἅλα: τὰ κόπρια. ἐν Ὀδυϲϲείᾳ· οὐ ϲύ γ᾿ ἐξ οἴκου ϲῷ ἐπιϲτάιῃ οὐδ᾿ ἅλα δοίηϲ.