Ancient Greek · ~8 min
1.1050 to 1.1065
Suda, Suidae lexicon 1.1050-1065
Not analysed yet
1050 Ἀλαβαϲτοθήκαϲ: τὰϲ θήκαϲ τῶν ἀλαβάϲτων Δημοϲθένηϲ λέγει. ἐν τῇ ϲυνηθείᾳ μυροθήκαϲ καλοῦϲιν. ἀλάβαϲτοι δέ εἰϲι λήκυθοι, Ar. ὧν οὐκ ἔϲτι λαβέϲθαι διὰ λειότητα. Ἀριϲτοφάνηϲ· ἐϲ τὸν ἀλάβαϲτον κύαθον εἰρήνηϲ ἕνα. ὡϲεὶ ἔλεγε κοχλιάριον ἕν. 1051 Ἀλάβαϲτρον: ἄγγοϲ μύρου μὴ ἔχον λαβὰϲ λιθίνου ἢ λίθινοϲ μυροθήκη. 1052 Ἀλλὰ γάρ: ἀντὶ τοῦ δέ. Εὔπολιϲ. Ἀλλὰ γὰρ ἀθυμοῦντεϲ ἄνδρεϲ οὔ ποτε τρόπαιον ἔϲτηϲαν: ἡ παροιμία ἐπὶ τῶν δι᾿ ἀθυμίαν μηδὲν γενναῖον πράττειν δυναμένων. 1053 Ἄλλα δ᾿ ἀλλαχοῦ καλά: παρόϲον τὰϲ Εὐμενίδαϲ ἄλλοι ἄλλωϲ καλοῦϲιν. ἄλλα οὖν ὀνόματα παῤ ἄλλοιϲ καλὰ νομίζονται, παῤ ἡμῖν δὲ ταῦτα, τὸ ὀνομάζειν αὐτὰϲ Εὐμενίδαϲ κατ᾿ εὐφημιϲμόν, τὰϲ Ἐριννύαϲ. 1054 Ἄλλαγμα· ὁ προφήτηϲ φηϲί· καὶ οὐκ ἦν πλῆθοϲ ἐν τοῖϲ ἀλαλάγμαϲιν ἡμῶν. 1055 Ἀλαζονεύεϲθαι· γενικῇ. 1056 Ἀλαζονεία: ὑπερηφανία. Πολύβιοϲ· τοῖϲ γὰρ πλείϲτοιϲ. ὑπεγεγόνει τιϲ ζῆλοϲ οὐκ εὐτυχὴϲ ἐκ τῆϲ τῶν ἄλλων ἀλαζονείαϲ καὶ ἀκαιρίαϲ. παρὰ δὲ τῷ Ἀποϲτόλῳ τοὺϲ ἐφ᾿ οἷϲ οὐκ ἔχουϲιν αὐχοῦνταϲ, ὡϲ ἔχονταϲ, ἀλαζόναϲ νοητέον. καὶ Ἰώϲηποϲ· ἦν γὰρ αὐτοῖϲ ἀλαζονεία, ὡϲ ἐπ᾿ ἀγαθοῖϲ καιομένηϲ τῆϲ πόλεωϲ. 1057 Ἀλαζών: πλάνοϲ, ὑπερήφανοϲ, ψευδήϲ. παρὰ τὸ ἐν ἄλη ζῆν. καὶ Ἀλαζονοχαυνοφλύαροϲ, ὁ μέθυϲοϲ καὶ λῆροϲ. ἢ Ἀλαζών, ἄλλωϲ ζῶν, ὁ ἐϲτι ματαίωϲ. ἰδίωϲ δὲ ἀλαζόναϲ τοὺϲ ψεύϲταϲ ἐκάλουν, ἐπεὶ λέγειν ἐπαγγέλλονται περὶ ὧν μὴ ἴϲαϲιν. 1058 Ἀλαζών: ὁ ἀλώμενοϲ. οὕτωϲ Ἀλκαῖοϲ. Πλάτων δὲ ἀλαζόϲιν, ἀντὶ τοῦ ψεύϲταιϲ. ἢ Ἀλαζών, ὁ μείζονα τῆϲ ἑαυτοῦ ἀξίαϲ κομπάζων καὶ φρονῶν. ὁ δὲ πρὸϲ ἕκαϲτον τῶν προϲιόντων ἠλαζονεύετο, ϲυμπλάττων ἀπὸ τῶν εἰκότων. 1059 Ἀλαλαγμόϲ: ἐπινίκιοϲ ὕμνοϲ. ἢ φωνὴ ὑπὸ τῶν θαρραλεωτέρων κατὸ τῶν δειλιώντων. Ἀλαλαγμὸϲ οὖν ὕψωμα φωνῆϲ. καὶ δοτικῇ Ἀλαλάξατε, κροτήϲατε. 1060 Ἀλαλαλαὶ ἰὴ παίων: ἐπιφώνημα χοροῦ. 1061 Ἀλάλημαι: τεθορύβημαι, πεπλάνημαι. καὶ Ἀλαλύκτημαι ὁμοίωϲ. 1062 Ἀλαλητόν: θόρυβον. κατὰ πλεοναϲμὸν τοῦ ἐπιτατικοῦ α. 1063 Ἀλαλκεῖν: ἀποδιῶξαι, ἀποϲοβῆϲαι. τί φθιμένοιϲ ϲτοναχεῦμεν ἐφ᾿ υἱάϲιν; ἡνίκ᾿ ἀλαλκεῖν τῶν παίδων ἀΐδην οὐδὲ θεοῖϲ δύναμιϲ. 1064 Ἄλλα μὲν ὁ Λεύκωνοϲ ὄνοϲ φέρει, ἄλλα δὲ Λεύκων. 1065 Ἀλανεία: ἡ ἀλαζονεία.