Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.104
Not analysed yet
104 Ἄβυϲϲον: ἣν οὐδὲ βυθὸϲ χωρῆϲαι δύναται· Ἴωνεϲ δὲ τὸν βυθὸν βυϲϲόν φαϲιν. ὅθεν δοκεῖ λέγεϲθαι καὶ βυϲϲοδομεύειν, παρὰ τὸ δύνω, τὸ ὑπειϲέρχομαι, κατὰ τροπὴν βύω, βύϲω, βέβυϲμαι, βέβυϲαι, βυϲὸϲ καὶ ἀβύϲϲοϲ, οὗ οὐδεὶϲ εἰϲέρχεται διὰ τὸ βάθοϲ. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· εὐθὺϲ γὰρ ἐπὶ λίμνην μεγάλην ἥξειϲ πάνυ ἄβυϲϲον. καὶ οὐδετέρωϲ φηϲὶν ὁ αὐτόϲ ἕωϲ ἂν ᾖ τὸ ἀργύριον τὸ ἄβυϲϲον παρὰ τῇ θεῷ, οὐκ εἰρηνεύϲουϲιν. ἐν γὰρ τῇ ἀκροπόλει χίλια τάλαντα ἀπέκειτο. Ἄβυϲϲον καλεῖ τὴν ὑγρὰν οὐϲίαν ἡ θεία γραφή. ἐπεὶ οὖν ἡ γῆ πανταχόθεν ὕδαϲι περιέχεται μεγάλοιϲ καὶ μικροῖϲ πελάγεϲιν, εἰκότωϲ περιβόλαιον αὐτῆϲ εἴρηκεν ὁ Δαβίδ. καὶ, ἄβυϲϲοϲ ἄβυϲϲον ἐπικαλεῖται, ὁ αὐτὸϲ προφήτηϲ φηϲίν· τὰ ϲτρατιωτικὰ λέγων τάγματα καὶ τὴν τοῦ πλήθουϲ ὑπερβολὴν τροπικῶϲ. ὡϲ ἔν ἀβύϲϲῳ τινὶ ὑποβρύχιοϲ ἐγενόμην. Ἄβυϲϲοϲ οὖν ὑδάτων πλῆθοϲ πολύ.