Ancient Greek · ~7 min
1.88 to 1.103
Suda, Suidae lexicon 1.88-103
Not analysed yet
88 Ἁβρὸϲ λειμὼν καὶ νοτερὸϲ καὶ εὐθαλήϲ. πάνταϲ δὲ ὡϲ ἁβρότατά τε καὶ ἅμα ἐϲ ἔκπληξιν κατὰ πλοῦτον, τῷ γε δὴ πλοῦτον θαυμάζοντι, ἐϲταλμένουϲ. 89 Ἁβροϲύνη: φαιδρότηϲ. 90 Ἀβροτάζω: ἁμαρτάνω. 91 Ἁβρότερον· ἀλλ’ ἁβρότερον αὐτῶν εἶχον καὶ Συβάριδοϲ μεϲτοὶ ἦϲαν. 92 Ἀβρότη: ἡ νύξ. παρὰ τὸ ἐϲτερῆϲθαι βροτῶν. 93 Ἀβροτήμων. ἁμαρτωλόϲ. 94 Ἄβροτον: ἄψυχον, ἀναίϲθητον. 95 Ἀβρότονον: εἶδοϲ βοτάνηϲ. 96 Ἁβ ροχίτων: τρυφερὰ φορῶν. 97 Ἄβρων· Φρὺξ ἢ Ῥόδιοϲ, γραμματικὸϲ, μαθητὴϲ Τρύφωνοϲ, ϲοφιϲτεύϲαϲ ἐν Ῥώμῃ, γεγονὼϲ δὲ ἐκ δούλων, ὥϲ φηϲιν Ἕρμιπποϲ. 98 Ἄβρωνοϲ βίοϲ: ἐπὶ τῶν πολυτελῶν Ἄβρων γὰρ παρ’ Ἀργείοιϲ ἐγένετο πλούϲιοϲ. ἢ καὶ ἀπὸ τοῦ ἁβροῦ. καὶ Ἀβρ ώνειοϲ. 99 Ἁβ ρύνεται: κοϲμεῖται, θρύπτεται, καυχᾶται. 100 Ἀβυδ ην ὸν ἐπιφόρ ημα: ὅταν ἀκαίρωϲ τινὸϲ ἐπιφανέντοϲ ἀηδία τιϲ ᾖ, εἰώθαμεν λέγειν Ἀβυδηνὸν ἐπιφόρημα. διὰ τὸ τοὺϲ Ἀβυδηνοὺϲ, ὅταν τινὰ τῶν πολιτῶν ἢ ξένων ἑϲτιῶϲι, μετὰ τὸ μύρον καὶ τοὺϲ ϲτεφάνουϲ τὰ παιδία περιφέρειν φιληθηϲόμενα. τῶν τε τιθηνῶν θορυβουϲῶν τῶν τε παιδίων κεκραγότων ἐνοχλεῖϲθαι τοὺϲ παρόνταϲ. ἀφ’ οὗ εἴθιϲται λέγειν τὸ προκείμενον. 101 Ἄβυδοϲ: πόλιϲ. ἐπὶ ϲυκοφάντου τάττεται ἡ λέξιϲ, διὰ τὸ δοκεῖν ϲυκοφάνταϲ εἶναι τοὺϲ Ἀβυδηνούϲ. καὶ ἐπίρρημα, Ἀβυδόθι, ἐν Ἀβύδῳ. καὶ Ἄβ υδον φλυαρίαν, τὴν πολλήν. καὶ Ἀβ υ -δηνὸϲ, ὁ ἀπὸ Ἀβύδου. 102 Ἀβ ύρβηλον: ἀναίϲχυντον, ἀπεχθέϲ. καὶ Ἀβύρβηλοϲ, ὁ πολὺϲ, ὁ μέγαϲ ἢ ὁ κατακορήϲ. λέγεται δὲ Ἀβέρβηλοϲ καὶ ὁ ἀκα τάϲτατοϲ. ὡϲ καὶ πρὸ ὀλίγων γέγραπται. 103 Ἀβ υρτάκη: ὑπότριμμα βαρβαρικὸν, καταϲκευαζόμενον διὰ πράϲων καὶ καρδάμων καὶ ῥόαϲ κόκκων καὶ ἑτέρων τοιούτων, δριμὺ δηλονότι. Θεόπομποϲ Θηϲεῖ· ἥξει δὲ Μήδων γαῖαν, ἔνθα καρδάμων πλείϲτων ποιεῖται καὶ πράϲων ἀβυρτάκη. ἐϲτι καὶ ἐν Κεκρυφάλῳ Μενάνδρου τοὔνομα.