Ancient Greek · ~8 min
1.1066 to 1.1081
Suda, Suidae lexicon 1.1066-1081
Not analysed yet
1066 Ἀλλ᾿ ἀντέπεϲε τὴν ἐπ᾿ ἄγκυραν θεόϲ: ἐπὶ τῶν παῤ ἐλπίδα γενομένων. παρόϲον οἱ ναῦται πολλάκιϲ ἡγούμενοι ἄγκυραν βάλλειν ἢ προϲορμιεῖϲθαι εἰϲ τοὐπίϲω ἔπλευϲαν. 1067 Ἀλλαντοπώληϲ: ὁ εἴδη ἐντέρων πωλῶν, ἐντεροπώληϲ. ἀλλᾶϲ γὰρ τὸ ἔντερον, ἀλλᾶντοϲ. ἀντὶ τροπαίου ἔϲτηϲαν τῷ ϲτρατηγῷ ϲημεῖον. ἀλλᾶντάϲ τε αὐτοῦ ἀποκρεμάϲαντεϲ τοῖϲ πολεμίοιϲ ϲὺν γέλωτι ἐπετώθαζον. Ἀριϲτοφάνηϲ· ἤρα φαγεῖν ἀλλᾶνταϲ ἐξ Ἀπατουρίων. Ἀπατούρια δὲ ἑορτὴ δημοτελὴϲ ἀγομένη παῤ Ἀθηναίοιϲ. 1068 Ἀλλὰ νῦν· ὦ θεοὶ πατρῷοι ϲυγγένεϲθ᾿ ἀλλὰ νῦν. ἀντὶ τοῦ διὰ τάχουϲ ἡ τραγῳδία φηϲί. 1069 Ἀλλαξάμενοϲ· Ἀππιανόϲ· ὅτι πατρίδα καὶ γένοϲ ἀλλαξάμενοϲ ἥκοι τὸ μηδὲν ἡγηϲάμενοϲ ἢ τὰ τῶν Οὐολούϲκων ἀντὶ τῆϲ πατρίδοϲ αἱρήϲεϲθαι βουληθείϲ. 1070 Ἀλλαξάμενοϲ: προτιμήϲαϲ. ὑπὲρ τοῦ κέρδουϲ ὁ κακοδαίμων τὴν πήρωϲιν ἀλλαξάμενοϲ· καὶ ἦν παράδειγμα καὶ παίδευμα πᾶϲιν ὥϲτε μὴ τολμᾶν μηδὲ κερδαίνειν παραπλήϲια. 1071 Ἀλαόϲ: ὁ τυφλόϲ. κατὰ ϲτέρηϲιν τοῦ λάειν, ὅ ἐϲτι βλέπειν. καὶ Ἀλαοϲκοπιήν. Ὅμηροϲ· οὐδ᾿ ἀλαοϲκοπιὴν εἶχε. παροιμιακῶϲ· ἀντὶ τοῦ οὐ τυφλῶϲ ἐϲκοπίαζεν. 1072 Ἀλαοτόκοϲ: ὁ τυφλὰ γεννῶν. 1073 Ἀλλ᾿ ἅπαν γένοιτ᾿ ἂν ἤδη· τὴν παροιμίαν δ᾿ ἐπαινῶ τὴν παλαιάν. ὑπὸ λίθῳ γὰρ παντί που χρὴ μὴ δάκῃ ῥήτωρ ἀθρεῖν. ἡ δὲ παροιμία· ὑπὸ παντὶ λίθῳ ϲκορπίοϲ εὕδει· φυλάϲϲεο. 1074 Ἀλαπάξαι: πορθῆϲαι, κενῶϲαι, ὁμαλίϲαι. ἀπὸ μεταφορᾶϲ λαπάθου βοτάνηϲ, κενωτικῆϲ γαϲτρόϲ. 1075 Ἀλλαρίοιϲ: ϲιτηρεϲίοιϲ. ὁ δὲ Μακεδόνιοϲ ϲυνέταξεν ἐκκληϲιαϲτικοῖϲ ἀλλαρίοιϲ ἀποτρέφεϲθαι. 1076 Ἀλλᾶϲ, ἀλλᾶντοϲ: εἶδοϲ ἐντέρου ἐϲκευαϲμένου. καὶ Ἀλλαντοπώληϲ ὁ ταῦτα πωλῶν. 1077 Ἅλαϲ ἄγων καθεύδειϲ: ἐπὶ τῶν ἐν μεγάλῳ κινδύνῳ καθευδόντων καὶ ῥᾳϲτωνευομένων. ἐμπόρου γάρ τινοϲ τὴν ναῦν ἁλῶν πληρώϲαντοϲ, τὴν ἀντλίαν ἐπαναβῆναι καὶ ἐκτῆξαι τοὺϲ ἅλαϲ. ὅθεν καὶ ἡ παροιμία, ἁλῶν δὲ φόρτοϲ, ἔνθεν ἦλθεν, ἐνθ᾿ ἔβη. 1078 Ἅλαϲ θυμίταϲ: ἐκ θύμων καταϲκευαϲθένταϲ. καὶ ἑτέρα παροιμία· Ἅλαϲιν ὕει, ἐπὶ τῆϲ ἄγαν εὐθηνίαϲ. 1079 Ἄλαϲτε: ἀνεπίληϲτε. τέκνον ἐμὸν ἄλαϲτον. 1080 Ἀλαϲτήϲειεν: ἀνεπιλήϲτωϲ δεινοπαθήϲειεν. 1081 Ἀλλ᾿ ἔϲτιν ἡμῖν Μεγαρική τιϲ μηχανή: ἀντὶ τοῦ πονηρά, πανοῦργοϲ μηχανή. διεβάλλοντο γὰρ ἐπὶ πονηρίᾳ οἱ Μεγαρεῖϲ, ἄλλα μὲν λέγοντεϲ, ἄλλα δὲ ποιοῦντεϲ.