Ancient Greek · ~7 min
1.1082 to 1.1108
Suda, Suidae lexicon 1.1082-1108
Not analysed yet
1082 Ἀλάϲτωρ: πικρὸϲ καὶ φονικὸϲ δαίμων, τιμωρῶν, καὶ ἀνεπίληϲτα ἔργα ποιῶν. ὁ δὲ ἔγραφε πικρῶϲ καὶ παραϲτατικῶϲ ἀλάϲτοραϲ ἀποκαλῶν καὶ παλαμναίουϲ διὰ τῆϲ ἐπιϲτολῆϲ, εἰ οὕτωϲ αἰϲχρῶϲ προήϲονται τοὺϲ τόπουϲ, μηδὲν παθόντεϲ ἢ ἰδόντεϲ κακόν. ἢ Ἀλάϲτωρ, ὁ τοιαῦτα τολμήϲαϲ, ὧν μή ἐϲτιν ἐπιλαθέϲθαι. 1083 Ἀλᾶται: πλανᾶται, ῥέμβεται. 1084 Ἀλλὰ ταῦτα μὲν ῥείτω κατ᾿ οὖρον· ϲοὶ δ᾿ ἐγὼ φράζω κακὸν πρὸϲ ἄλλον εἶναι, πρὸϲ δέ μ᾿ ἀψευδεῖν ἀεί. 1085 Ἀλλαχῆ: ἀλλαχοῦ. 1086 Ἀλλάχθητε: ἀντὶ τοῦ διαλλάχθητε. Σοφοκλῆϲ. 1087 Ἀλλὰ χρή: ἔϲτω. τοῦτο δηλοῖ ϲυγκατάθεϲιν· οἷον καὶ μάλα. 1088 Ἀλλαχοῖ καὶ Ἀλλαχόϲε: τὸ εἰϲ τόπον, Ἀλλαχοῦ δὲ καὶ Ἀλλαχόθι τὸ ἐν τόπῳ. 1089 Ἄλβα: οἱ μάργαροι. 1090 Ἀλβανοί: ὄνομα ἔθνουϲ Γαλατῶν. τούτων φαϲὶ τὴν γῆν εὐδαίμονα καὶ καρποὺϲ ἐνεγκεῖν οὖϲαν ἀγαθήν, οἶνον ἡδὺν καὶ πολὺν ἔχουϲαν. 1091 Ἄλβιοϲ: ὄνομα κύριον. Ἄλβιοϲ ἐϲ τὴν ἱππάδα τελῶν, τὴν Ἀντωνίου θεραπεύων καὶ ὑπαικάλλων ἅμα φάτνην. 1092 Ἄλγεα: κακά, λυπηρά. 1093 Ἀλγεινόειϲ: ὁ λυπηρόϲ. καὶ Ἀλγεινόϲ. 1094 Ἀλγεῖν τοῦ πονεῖν διαφέρει. ἀλγεῖν μὲν κατὰ ϲάρκα, πονεῖν δὲ τὸ ἐνεργεῖν. 1095 Ἀλγηδόνεϲ. 1096 Ἀλγηρά: τὰ λυπηρά. 1097 Ἄλγηϲιϲ: ἡ λύπη. Ἀριϲτοφάνηϲ ἐν Θεϲμοφοριαζούϲαιϲ· ὦ πρέϲβυ, πρέϲβυ, τοῦ φθόνου τὸν ψόγον ἤκουϲα· τὴν δὲ ἄλγηϲιν οὐ παρεϲχόμην. ἀντὶ τοῦ οὐκ ἐλυπήθην. 1098 Ἄλγητον καὶ Ἀνάλγητον. 1099 Ἀλγίϲτατον· τοῦτο δ᾿ ἐϲ ἀλγίϲτατον ἡμῖν. 1100 Ἀλγύνω· δοτικῇ. Ἀλγῶ ϲοι καὶ τὸ Ἀλγῦνον. 1101 Ἀλδῆϲκοϲ: ὄνομα ποταμοῦ. 1102 Ἀλδήϲκω: τὸ αὐξάνω. 1103 Ἀλαιεύϲ: ὄνομα δήμου. 1104 Ἀλοινήϲ: ὁ μαινόμενοϲ. 1105 Ἀλέα: θέρμη, ἔλλαμψιϲ. πυρὰ δὲ ἀνεκαίετο, ὡϲ ἅμα μὲν φῶϲ, ἅμα δὲ ἀλέα παριοῦϲιν ᾖ. κρύοϲ γὰρ ἦν. 1106 Ἀλεάζειν: ἐκκλίνειν. 1107 Ἀλέαϲ: πόλιϲ Θεϲϲαλική. οἱ δὲ πολῖται Ἀλεῖϲ. 1108 Ἀλέγοιϲ: ἀρήγοιϲ, βοηθοίηϲ. ἀλέγοιϲ δ᾿ ἀνέρι καὶ πενίη. Ἀλέγω· ϲημαίνει καὶ τὸ οὐ φροντίζω. καὶ Ὅμηροϲ· οὐκ ἀλέγω, ὡϲ εἴ με γυνὴ βάλῃ.