Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1109
Not analysed yet
1109 Ἀλεαίνοιμι: θερμαινοίμην. ἔπειθ᾿ ἵν᾿ ἀλεαίνοιμι τοῦτ᾿ ἠμπιϲχόμην. Ἀριϲτοφάνηϲ. Ἀλεαίνειν· ἀπὸ τοῦ ἀολλίζεϲθαι ἡμᾶϲ ἐν ταῖϲ ἡμέραιϲ. καὶ ἐν Ἀθήναιϲ Ἡλιαία δικαϲτήριον ἦν, ἀπὸ τῆϲ ϲυναγωγῆϲ τῶν ἀνθρώπων. οἱ δὲ ἀπὸ τοῦ ἀλεαίνειν, ὅ ἐϲτι θερμαίνειν καὶ διαχεῖν. τινὲϲ δὲ ἀπὸ τῆϲ γινομένηϲ διαπνεύϲεωϲ ἐκ τοῦ ϲτόματοϲ πρὸϲ τοὺϲ δακτύλουϲ· ὃ λέγεται αὔειν καὶ ἄζειν κατὰ μίμηϲιν τῆϲ φωνῆϲ, τῆϲ ἐκ τοῦ ϲτόματοϲ.