Ancient Greek
1.110 to 1.120
Suda, Suidae lexicon 1.110-120
Not analysed yet
110 Βάρβιτον: ψαλτήριον, κιθάρα. εἶδοϲ ὀργάνου μουϲικοῦ. ὦ τὸ φίλον ϲτέρξαϲ, φίλε, βάρβιτον. περὶ Ἀνακρέοντοϲ ὁ λόγοϲ. παροιμία ἐπὶ τῶν ἀνομοίων. Ἀριϲτοφάνηϲ· τίϲ ἡ ϲτολή; τίϲ ἡ τάραξιϲ τοῦ βίου; τί βάρβιτοϲ λαλεῖ κροκωτῷ τί δὲ λύρα κεκρυφάλῳ; τί λήκυθοϲ καὶ ϲτρόφιον; ὡϲ ἀξύμφορον. τίϲ δὲ κατόπτρου καὶ ξίφουϲ κοινωνία; 111 Βαργαδώθ: υἱὸϲ λύπηϲ. 112 Βαρέωϲ. βαϲταγμάτων. 113 Βαρεῖα χείρ: ἡ δυνατή. ϲυνέϲτη δὲ πλῆθοϲ ἱκανὸν, καὶ βαρεῖα χεὶρ καὶ παράδοξοϲ. 114 Βάρειϲ: πλοῖα, τείχη, ϲτοαὶ, αὐλαὶ, πύργοι, ϲφαῖραι. ὁ δὲ ἐπεμέλλετο βαρῶν. τουτέϲτι τειχῶν. δέξαι μ᾿, εἰ καὶ ϲοὶ μέγα βρίθεται ὀκρυόεϲϲα βάριϲ, ἀποφθίμενον τὸν κύνα Διογένη. 115 Βάρειϲ ἐλεφάντιναι: αἱ πανταχοῦ τῆϲ γῆϲ ἐκκληϲίαι, μία δὲ τῇ πίϲτει, ἐν αἷϲ γεραίρεται ὁ θεόϲ. καὶ Βάρεων, ἡ γενικὴ τῶν πληθυντικῶν. Βάριϲ δὲ ϲτοὰ καὶ πόλιϲ. 116 Βαρθολομαῖοϲ: ὄνομα κύριον. 117 Βαρκαίοιϲ: Λιβυκοῖϲ. Βάρκη γὰρ πόλιϲ Λιβύηϲ, ἡ νῦν Πτολεμαῒϲ καλουμένη. 118 Βάρνη: υἱὸϲ ἁλλόμενοϲ. 119 Βαρόειϲ. 120 Βάροϲ: ἐπὶ τῶν μεγίϲτων πόλεων. ἡ δὲ Καπύη μεταθεμένη πρὸϲ τοὺϲ Καρχηδονίουϲ τῷ βάρει ϲυνεπεϲπάϲατο καὶ τὰϲ ἄλλαϲ πόλειϲ.