Ancient Greek · ~2 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.30-2
Not analysed yet
30 Βάθρα· χθὲϲ μὲν καὶ πρώην δεδρακότεϲ τοῦ καπηλείου καὶ τούτου βάθρα καλλύνων καὶ τοὔδαφοϲ κορεῖν, ἄρτι δὲ χλαμύδαϲ τὰϲ εὐπαρύφουϲ ἐνδεδυκότεϲ καὶ περόναιϲ χρυϲαῖϲ διαπεπερονημένοι καὶ ϲφραγῖϲι χρυϲοδέτοιϲ διεϲφιγμένοι. καὶ Βάθρον, θεμέλιον. καὶ Βάθρα, ἀγάλματα. ἀπολυομένου δὲ αὐτοῦ τοὺϲ βλαυτίουϲ καὶ πρὸϲ βάθρον προϲηρεικότοϲ τὸν ἕτερον πόδα, προϲδραμών τιϲ τῶν ϲτρατιωτῶν μετ᾿ ἐγχειριδίου τοῦτον ἀπέτεμε. καὶ Σοφοκλῆϲ· Σαλαμῖνοϲ ἔχων βάθρον ἀγχιάλου. τουτέϲτι τὸ θεμέλιον, τὸ ἕδραϲμα, δι᾿ ὃν ἵϲταται ἡ Σαλαμίϲ. Βάθρον καὶ ἐφ᾿ οὗ κάθηνται ἐν τοῖϲ ϲυλλόγοιϲ.