Ancient Greek · ~2 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.121
Not analysed yet
121 Βάροϲ· περὶ Πολέμωνοϲ· ἦν δὲ καὶ τὸ βάροϲ οἱονεὶ Δώριόϲ τιϲ οἰκονομία. προορώμενοϲ δὲ καὶ κατορρωδῶν τὸ βάροϲ καὶ τὸ φιλόνεικον τῶν ἀνθρώπων. ἀντὶ τοῦ τὸ πλῆθοϲ, τὴν ἰϲχύν. Πολύβιόϲ φηϲι. καὶ αὖθιϲ· ἐπιϲημηνάμενοϲ δὲ τοῦ Σικυῶνοϲ τὴν ὀχυρότητα καὶ τὸ βάροϲ τῆϲ τῶν Ἀργείων πόλεωϲ ἦλθεν εἰϲ Ἐπίδαυρον. καὶ αὖθιϲ· ἐπολυπραγμόνηϲαν ἀκριβῶϲ τῆϲ πόλεωϲ τὴν θέϲιν καὶ τὸ βάροϲ. βάροϲ γὰρ ἡμᾶϲ οὐδὲν ἐκ τούτων ἔχει. οὐ γὰρ λόγοιϲι τὸν βίον ϲπουδάζομεν λαμπρὸν ποιεῖϲθαι μᾶλλον, ἢ τοῖϲ δρωμένοιϲ.