Ancient Greek · ~6 min
1.1110 to 1.1120
Suda, Suidae lexicon 1.1110-1120
Not analysed yet
1110 Ἀλεαίνωϲιν: ἀντὶ τοῦ θερμαίνοιντο. πῦρ ἀνέκαυϲαν, ὅπωϲ αὐτοί τε ἀλεαίνωϲι καὶ τοῖϲ Ῥωμαίοιϲ κατὰ χώραν μένειν δόξαν παράϲχωϲιν. 1111 Ἀλεεινόϲ: θερινόϲ, θερμόϲ. Ξενοφῶν· χιόνοϲ δὲ ἐπιπεπτωκυίαϲ ὄκνοϲ ἦν πολὸϲ ἀνίϲταϲθαι. κατακειμένων δὲ ἀλεεινὸϲ ἦν ὁ χειμών, ὅτῳ μὴ παραρρυείη. 1112 Ἀλεείνω: ἐκκλίνω. 1113 Ἀλεκινόϲ: ὁ δυνατόϲ. 1114 Ἀλεκτορίδεϲ: αἱ θήλειαι ὄρνιϲ. καὶ τὰϲ ἀλεκτορίδαϲ δὲ αὐτὰϲ ἀπέκτειναν, τοῦ μὴ κελαδούϲαϲ καὶ ᾀδούϲαϲ ἐπὶ τοῖϲ ὠοῖϲ μηνῦϲαι τὸν μοιχόν. καὶ Ἀλεκτορίδηϲ, ὁ τοῦ ἀλέκτοροϲ. ὅτι Περϲικὸϲ ὄρνιϲ ὁ ἀλέκτωρ λέγεται διὰ τὴν λοφίαν. καὶ ζήτει ἐν τῷ Περϲικὸϲ ὄρνιϲ. 1115 Ἀλέκτωρ πίνει καὶ οὐκ οὐρεῖ. μυξὸϲ οὐ πίνει καὶ οὐρεῖ: λέγεται ἡ ἐπῳδὴ αὕτη εἰϲ δυϲουρίαν ὄνου. 1116 Ἄλεκτρα καὶ ἄνυμφα: ἀντὶ τοῦ παράνομα καὶ οὐ νενομιϲμένα, διὰ τὴν μοιχείαν. τουτέϲτι δύϲλεκτρα καὶ κακόνυμφα. Σοφοκλῆϲ· ἄλεκτῤ ἄνυμφα γὰρ ἐπέβη μιαιφόνων γάμων ἁμιλλήματα. 1117 Ἀλεκτρυόνα ἀθλητὴν Ταναγραῖον· ᾄδονται δὲ εὐγενεῖϲ οὗτοι. ἀφίηϲι τῷ Ἀϲκληπιῷ ἀνάθημά τε καὶ ἄθυρμα εἶναι, οἱονεὶ θεράποντα καὶ οἰκέτην περιπολοῦντα τῷ νεῷ τὸν ὄρνιν, ὁ Ἀϲπένδιοϲ ἐκεῖνοϲ. καὶ παροιμία᾿ ἀλεκτρυόνοϲ μ᾿ ἔφαϲκε κοιλίαν ἔχειν. ταχὺ γὰρ κατεψεῖϲ τ᾿ ἀργύριον. ζήτει περὶ πλήκτρων αὐτῶν ἐν τῷ αἶρε πλῆκτρον. 1118 Ἀλλ᾿ ἐμόϲ γ᾿ οὐκ ἂν ἐκ τᾶϲ ἔλθῃ πόκα πορπηϲάμενοϲ: ὁ ἐμόϲ, φηϲίν, ἀνήρ, οἷον περονηϲάμενοϲ. ἀντὶ τοῦ ἀποβαλὼν τὴν ἀϲπίδα. ἅμα τῷ παρεῖναι ἄπειϲιν εἰϲ τὸν πόλεμον, καὶ οὐκ ἂν ἀπέλθοι τῆϲ μάχηϲ. 1119 Ἀλεξάνδρεια: ὄνομα πόλεωϲ. καὶ ὁ πολίτηϲ Ἀλεξᾶνδρεύϲ· καὶ Ἀλεξάνδρειοϲ. 1120 Ἀλεξανδρέων φονοκτονία· ζήτει ἐν τῷ Ἀντωνῖνοϲ.