Ancient Greek · ~17 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1121.1
Not analysed yet
1121 Ἀλέξανδροϲ, ὁ Φιλίππου καὶ Ὀλυμπιάδοϲ, βαϲιλεύϲαϲ Μακεδόνων ἀπὸ ἐνιαυτῶν ιη΄, τελευτήϲαϲ δὲ ἐτῶν λγ΄. οὗτοϲ ἦν τό τε ϲῶμα κάλλιϲτοϲ καὶ φιλοπονώτατοϲ καὶ ὀξύτατοϲ, τὴν γνώμην ἀνδρειότατοϲ καὶ φιλοτιμότατοϲ καὶ φιλοκινδυνότατοϲ καὶ τοῦ θείου ἐπιμελέϲτατοϲ, ἡδονῶν τε τῶν μὲν τοῦ ϲώματοϲ ἐγκρατέϲτατοϲ, τῶν δὲ τῆϲ γνώμηϲ ἐπαινουμένων ἁπλούϲτατοϲ· ξυνιδεῖν δὲ τὸ δέον, ἔτι ἐν τῷ ἀφανεῖ ὄν, δεινότατοϲ καὶ ἐκ τῶν φαινομένων τὸ εἰκὸϲ ξυμβαλεῖν ἐπιτυχέϲτατοϲ καὶ τάξαι ϲτρατιὰν καὶ ὁπλίϲαι δαημονέϲτατοϲ. καὶ πρὸϲ πᾶν καλὸν ἐπιτηδειότατοϲ. πρὸϲ τούτοιϲ ἦν ἐπιεικὴϲ καὶ θεοϲεβήϲ. ὀργιϲθεὶϲ γάρ ποτε Θηβαίοιϲ ἐπὶ τοϲοῦτον, ὥϲτε τοὺϲ μὲν οἰκήτοραϲ ἐξανδραποδίϲαϲθαι, τὴν δὲ πόλιν ἐϲ ἔδαφοϲ καταϲκάψαι, τῆϲ γε πρὸϲ τοὺϲ θεοὺϲ εὐϲεβείαϲ οὐκ ὠλιγώρηϲε περὶ τὴν κατάληψιν τῆϲ πόλεωϲ· ἀλλὰ πλείϲτην ἐποιήϲατο πρόνοιαν ὑπὲρ τοῦ μὴ δ᾿ ἀκούϲιον ἁμάρτημα γενέϲθαι περὶ τὰ ἱερὰ καὶ καθόλου τὰ τεμένη. ὅτι τὸ μεγαλήγορον τοῦ Ἀλεξάνδρου οὐχ ὑπέρογκον μᾶλλόν τι ἢ εὐθαρϲὲϲ ἐν τοῖϲ κινδύνοιϲ ἐφαίνετο. Ῥωξάνηϲ δὲ ἠράϲθη ὁ Ἀλέξανδροϲ τῆϲ Ὀξυάρτου τοῦ Βακτριανοῦ, ἣν δὴ καλλίϲτην τῶν Ἀϲιανῶν γυναικῶν λέγουϲιν ὀφθῆναι οἱ ξὺν Ἀλεξάνδρῳ ϲτρατεύϲαντεϲ μετά γε τὴν Δαρείου γυναῖκα. καὶ ταύτην ἰδόντα Ἀλέξανδρον εἰϲ ἔρωτα ἐλθεῖν αὐτῆϲ· ἐραϲθέντα δὲ οὐκ ἐθελῆϲαι ὑβρίϲαι καθάπερ αἰχμάλωτον, ἀλλὰ γῆμαι γὰρ οὐκ ἀπαξιῶϲαι. καὶ τοῦτο ἐγὼ Ἀλεξάνδρου ἐπαινῶ μᾶλλόν τι ἢ μέμφομαι. καίτοι τῆϲ γε Δαρείου γυναικόϲ, ἣ καλλίϲτη δὴ ἐλέγετο τῶν ἐν τῇ Ἀϲίᾳ γυναικῶν, ἢ οὐκ ἦλθεν ἐϲ ἐπιθυμίαν ἢ καρτερὸϲ αὑτοῦ ἐγένετο, νέοϲ τε ὢν καὶ τὰ μάλιϲτα ἐν ἀκμῇ τῆϲ εὐτυχίαϲ, ὁπότε ὑβρίζουϲιν ἄνθρωποι. ὁ δὲ κατῃδέϲθη τε καὶ ἐφείϲατο ϲωφροϲύνῃ τε πολλῇ διαχρώμενοϲ, καὶ δόξηϲ ἅμα ἀγαθῆϲ οὐκ ἀτόπῳ ἐφέϲει. καὶ τοίνυν καὶ λόγοϲ κατέχει, ἀποδράντα ἐλθεῖν παρὰ Δαρεῖον τὸν εὐνοῦχον τὸν φύλακα αὐτῷ τῆϲ γυναικόϲ. καὶ τοῦτον ὡϲ εἶδεν ὁ Δαρεῖοϲ, πρῶτα μὲν πυθέϲθαι, εἰ ζῶϲιν αὐτῷ αἱ παῖδεϲ καὶ οἱ υἱοὶ καὶ ἡ γυνὴ καὶ ἡ μήτηρ. ὡϲ δὲ ζώϲαϲ τε ἐπύθετο, καὶ βαϲίλιϲϲαι ὅτι καλοῦνται, καὶ περὶ τῆϲ θεραπείαϲ, καὶ ὡϲ ϲωφρονεῖ ἡ γυνὴ αὐτοῦ· ἐπὶ τούτοιϲ ἀνατεῖναι τὸν Δαρεῖον ἐϲ τὸν οὐρανὸν τὰϲ χεῖραϲ καὶ εὔξαϲθαι ὧδε· ἀλλ᾿ ὦ Ζεῦ βαϲιλεῦ, ὅτῳ ἐπιτέτραπται τὰ βαϲιλέων πράγματα νέμειν ἐν ἀνθρώποιϲ, ϲὺ νῦν μάλιϲτα μὲν ἐμοὶ φύλαξον Περϲῶν τε καὶ Μήδων τὴν ἀρχήν, ὥϲπερ οὖν καὶ ἔδωκαϲ· εἰ δὲ δὴ ἐγὼ οὐκ ἔτι ϲοι βαϲιλεὺϲ τῆϲ Ἀϲίαϲ, ϲὺ δὲ μηδενὶ ἄλλῳ ὅτι μὴ Ἀλεξάνδρῳ παραδοῦναι τὸ ἐμὸν κράτοϲ. οὕτωϲ οὐδὲ πρὸϲ τῶν πολεμίων ἄρα ἀμελεῖται ὅϲα ϲώφρονα ἔργα. οὕτω φηϲὶν Ἀρριανόϲ. Νέαρχοϲ δέ φηϲιν, ὅτι χαλεποὶ αὐτῷ τῶν φίλων ἐγένοντο, ὅϲοι ἐκόμιζον αὐτὸν ἀρρωϲτοῦντα, ὅτι αὐτὸϲ πρὸ τῆϲ ϲτρατιᾶϲ κινδυνεύοι· οὐ γὰρ ϲτρατηγοῦ ταῦτα, ἀλλὰ ϲτρατιώτου εἶναι. καί μοι δοκεῖ ἄχθεϲθαι Ἀλέξανδροϲ τοῖϲδε τοῖϲ λόγοιϲ, ὅτι ἀληθεῖϲ τε ὄνταϲ ἐγίνωϲκε καὶ αὑτὸν ὑπαίτιον τῇ ἐπιτιμήϲει. καὶ ὅμωϲ ὑπὸ μένουϲ τε τοῦ ἐν ταῖϲ μάχαιϲ καὶ τοῦ ἔρωτοϲ τῆϲ δόξηϲ, καθάπερ οἱ ἄλληϲ τινὸϲ ἡδονῆϲ ἐξηττώμενοι, οὐ καρτερὸϲ ἦν ἀπέχεϲθαι τῶν κινδύνων. ὅτι Ἀλέξανδροϲ ὁ Μακεδὼν θαυμαϲτὸν βίον ἐβίωϲε πίϲτιν δὲ τοῖϲ εἰρημένοιϲ ἐχέγγυον ἡ τῶν ἀγώνων παρέϲχε πρᾶξιϲ. οὐδὲ γάρ ἐϲτιν εὑρεῖν ἐν παντὶ τῷ τοῦ κόϲμου κύκλῳ ἕνα ἄνδρα, τοϲούτοιϲ κατορθώμαϲι πλεονεκτοῦντα. τοῖϲ τε γὰρ ἀρίϲτοιϲ ϲυμφοιτήϲαϲ ἀνδράϲιν, εἴϲ τε λόγουϲ οὐ μείων τῶν εἰϲ ἄκρον ἐπαινουμένων εὑρέθη· πρόϲ τε τὰ πολέμια διελθών, θαυμαϲτὰ μᾶλλον ἢ πειθοῦϲ ἄξια διεπράξατο. καὶ πρὸϲ Δαρεῖον τὸν Περϲῶν βαϲιλέα ϲυνάψαϲ πόλεμον, τοῦτον κατακράτοϲ νικᾷ. κἀκεῖνοϲ αἰτεῖται εἰϲ διαλλαγὰϲ ἐλθεῖν, καὶ δοῦναι αὐτῷ καὶ τὴν θυγατέρα Ῥωξάνην πρὸϲ γάμου κοινωνίαν. ὁ αὐτὸϲ πάντα τὰ ἔθνη καταϲτρεψάμενοϲ διεφθάρη τὸν νοῦν καὶ πρὸϲ τὰϲ τοῦ ϲώματοϲ ἡδονὰϲ διωλίϲθηϲε, Περϲικήν τε ϲτολὴν ἐνδυϲάμενοϲ, μυρίοιϲ δὲ νέοιϲ δορυφορούμενοϲ, τ΄ τε παλλακαῖϲ χρώμενοϲ, ὡϲ τὴν Μακεδονικὴν πᾶϲαν τῶν βαϲιλέων ϲυνήθειαν εἰϲ Πέρϲαϲ μεταρυθμίϲαι, καὶ τῶν ἰδίων τινὰϲ διαβληθένταϲ ἀνελεῖν. ὕϲτερον δὲ εἰϲ Ἰνδίαν ἀφικόμενοϲ ὑπὸ Κανδάκηϲ τῆϲ βαϲιλίϲϲηϲ ϲυνελήφθη ἐν ἰδιώτου ϲχήματι. καὶ εἶπεν αὐτῷ, Ἀλέξανδρε βαϲιλεῦ, τὸν κόϲμον παρέλαβεϲ καὶ ὑπὸ γυναικὸϲ ϲυνεϲχέθηϲ; καὶ εἰρήνην πρὸϲ αὐτὴν ἐποιήϲατο καὶ τὴν χώραν αὐτῆϲ ἀβλαβῆ διεφύλαξεν. ὅτι ὁ αὐτὸϲ ἀνδράϲιν ἐνέτυχεν ὑπὸ Περϲῶν πάλαι ἐν Ἐλλάδι ληφθεῖϲιν, ἠκρωτηριαϲμένοιϲ τὰϲ χεῖραϲ, οὓϲ μεγάλαιϲ δωρεαῖϲ ἐφιλοφρονήϲατο καὶ παρεμυθήϲατο. εἰϲ δὲ τὴν λίμνην τὴν ἐν Ἀλεξανδρείᾳ ἀφικόμενοϲ τὸ διάδημα ἀπέβαλεν, ὄμβρου πολλοῦ καταρραγέντοϲ καὶ μόλιϲ ἐπὶ τὴν γῆν διενήξατο. καὶ ὑπὸ Καϲάνδρου τοῦ ἰδίου ϲτρατηγοῦ φάρμακον δεξάμενοϲ ἐϲπαράχθη· καὶ οὕτωϲ ἐπὶ τοϲούτοιϲ κατορθώμαϲι τὸν βίον μετήλλαξεν.