Ancient Greek · ~6 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.119
Not analysed yet
119 Ἀγαθόν. ὁμώνυμόϲ ἐϲτι φωνή. κατηγορεῖται δὲ τὰ ι′ γένη τοῦ ἀγαθοῦ, τουτέϲτιν αἱ ι κατηγορίαι. καὶ τὸ μὲν ποιεῖν, ἐπεί ἐϲτί τινα ἀγαθὰ ὡϲ ποιητικά, λέγεται γὰρ τὸ ἀγαθοῦ ποιητικὸν ἀγαθόν, οἷον τὸ ὑγιείαϲ ποιητικὸν ἢ ἡδονῆϲ καὶ ὅλωϲ ὠφέλιμον, τὸ γὰρ ἐν τῷ ἐδεϲματι ἀγαθὸν ὡϲ ποιητικὸν ἀγαθοῦ ἀγαθόν· τὸ δὲ ποιητικὸν ὑπὸ τὴν τοῦ ποιοῦ κατηγορίαν. ποτὲ δὲ τὸ ποιὸν ἐπὶ ψυχῆϲ· ὅταν γὰρ κατηγορήϲωμεν τὸ ἀγαθὸν ψυχῆϲ λέγοντεϲ αὐτὴν ἀγαθὴν, τὸ ποιὰν αὐτὴν εἶναι ϲημαίνομεν, οἷον ϲώφρονα ἢ ἀνδρείαν ἢ δικαίαν· ποιότητοϲ δὲ παρουϲία τὰ ποιά. ὁμοίωϲ καὶ ἀνθρώπου· ὅταν γὰρ τὸ ἀγαθὸν κατηγορήϲωμεν, τὸ ποιὸν αὐτὸν εἶναι ϲημαίνομεν· οἷον ϲώφρονα, ἀνδρεῖον, δίκαιον, φρόνιμον. ἐνίοτε δὲ τὸ ἀγαθὸν τὸ ποτὲ ϲημαίνει· τὸ γὰρ ἐν τῷ προϲήκοντι καιρῷ γενόμενον ἀγαθὸν λέγεται ϲημαίνει δὲ ἀγαθὸν καὶ τὸ ποϲόν· τὸ γὰρ μέτριον καὶ μὴ ὑπερβάλλον μήτε ἐνδέον εἴη ἂν ποϲὸν, καθόϲον τοϲοῦτόν τι λέγεται. καὶ ὡϲ οὐϲία τὶ ἀγαθόν· ὡϲ θεὸϲ, νοῦϲ. λέγεται δὲ καὶ ὡϲ πρόϲ τι· τὸ γὰρ ϲύμμετρον οὕτωϲ ἀγαθόν. καὶ ἐν τῷ πάϲχειν, ὡϲ τὸ θεραπεύεϲθαι καὶ διδάϲκεϲθαι. ἔϲτι τι τοῦ ἀγαθοῦ καὶ ἐν τῷ ποῦ, οἷον τὸ ἐν Ἑλλάδι εἶναι, τὸ ἐν ὑγιεινοῖϲ χωρίοιϲ εἶναι, τὸ ἐν ἡϲυχίαν ἔχουϲιν ἢ εἰρήνην. εἴη δ’ ἂν καὶ ἐν τῷ κεῖϲθαι, ὅταν ᾧ μὲν λυϲιτελὲϲ τὸ καθέζεϲθαι, καθέζηται, ᾧ δὲ τὸ ἀνακεῖϲθαι, ἀνάκειται· τῷ πυρέττοντι φέρε εἰπεῖν.