Ancient Greek · ~2 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.118-2
Not analysed yet
118 Γέλοιοϲ: ὁ καταγελαϲτότατοϲ, προπαροξυτόνωϲ. Γελοῖοϲ δὲ ὁ Σ γελωτοποιόϲ. καὶ παροιμία· γελοιότερον ἀπεργάζῃ τῶν τὰϲ κέγχρουϲ ἀποτορεύειν ἐπιχειρούντων ἢ καθάπερ τὸν Μυρμηκίδην ἀντιπραττόμενον τῇ Φειδίου τέχνῃ. καὶ ἑτέρα παροιμία· Γελοιότερον Prov. Μελιτίδου, ἐπὶ τῶν ἐπὶ μωρίᾳ διαβεβλημένων. Μελιτίδηϲ γὰρ ἀνὴρ κωμῳδούμενοϲ ὑπὸ τῶν ποιητῶν ἐπὶ μωρίᾳ κατὰ ταυτὰ τῷ Ἀμφιϲτείδῃ. τοῦτον δέ φαϲιν ἀριθμῆϲαι μὲν πολλὰ παθόντα μέχρι τῶν ε′ καὶ πέρα μηκέτι δύναϲθαι, γήμαντα δὲ τῆϲ νύμφηϲ μὴ ἅψαϲθαι· φοβεῖϲθαι γὰρ μὴ αὐτὸν ἡ παῖϲ τῇ μητρὶ διαβάλλῃ. ὁ δὲ Ἀμφιϲτείδηϲ ἠγνόει ἐξ ὁποτέρου γονέων ἐτέχθη.