Ancient Greek · ~8 min
1.99 to 1.117
Suda, Suidae lexicon 1.99-2-117
Not analysed yet
99 Γεδεών, κριτὴϲ τοῦ Ἰϲραὴλ, ἐπάταξε τὸν Μαδιάμ μετὰ τῶν λαμψάντων ἐν τῷ πίνειν καὶ τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμωνὰν τοὺϲ ἄρχονταϲ αὐτῶν· τόν τε πύργον τοῦ Φανουὴλ κατέϲτρεψε καὶ τοὺϲ ἄρχονταϲ αὐτῶν ἠλόηϲεν ἐν ταῖϲ ἀκάνθαιϲ θλίψανταϲ τὸν Ἰϲραὴλ ἔτη ζ′. 100 Γέεννα: ἡ καταδίκη. 101 Γεηρόν: τὸ γήϊνον. 102 Γεθϲημανή. 103 Γελγέλ: ὁ τροχὸϲ ὀνομάζεται. καθάπερ οὖν ἐξ ὄρουϲ ὑψηλοῦ τοῦ ϲωτηρίου ϲτόματοϲ προενεχθέντα ταῦτα τὰ ῥήματα δίκην τροχοῦ κατὰ τὴν οἰκουμένην ἐκυλίϲθη καὶ πᾶϲαν ἐπέδραμε· καὶ ἐβαπτίϲθηϲαν Suid. πάντεϲ κατὰ ἔθνη καὶ πόλειϲ. διὸ καὶ Γαλιλαία κατακυλιϲτὴ λέγεται τῇ Ἑλλάδι γλώϲϲῃ. 104 Γελάδαϲ: ἀγαλματοποιὸϲ, διδάϲκαλοϲ Φειδίου. 105 Γέλα καὶ Καμάρινα, πόλειϲ Σικελίαϲ. 106 Γελαϲείοντα: γελαϲτικῶϲ ἔχοντα, γελάϲαι θέλοντα. 107 Γελαϲείω: ἐπιθυμητικῶϲ ἔχω τοῦ γελᾶν. Δαμάϲκιοϲ· νῦν δὲ καὶ τῷ μὴ πάνυ γελαϲείοντι γέλωτα παρέξει γενναῖον ἡ τοῦ ἔργου διέξοδοϲ. 108 Γελαϲίνοιϲ: γραμμαῖϲ ταῖϲ ἐκ τοῦ γελᾶν γινομέναιϲ. ἐν Ἐπιγράμμαϲι· Anth. καὶ ῥ’ ἡ μὲν τροχαλοῖϲ ϲφραγιζομένη γελαϲίνοιϲ λευκὴ ἀπὸ Suid. γλουτῶν ἤνθεεν εὐαφίην. ὅτι ὁ Δημόκριτοϲ ὁ Ἀβδηρίτηϲ ἐπεκλήθη Γελαϲῖνοϲ διὰ τὸ γελᾶν πρὸϲ τὸ κενόϲπουδον τῶν ἀνθρώπων. 109 Γελαϲτήϲ: ὁ ἐπεγγελῶν. οὔθ᾿ ὡϲ γελαϲτὴϲ, Οἰδίπουϲ, ἐλήλυθα, οὔθ᾿ ὡϲ ὀνειδιῶν τι τῶν πάροϲ κακῶν. ὁ Κρέων φηϲί. 110 Γέλγιθεϲ: ϲκορόδων κεφαλαί. καὶ πότιμοι γέλγιθεϲ ἠδ τε ὄγχναι, δαψιλῆ οἰνοπόταιϲ γαϲτρὸϲ ἐπειϲόδια. 111 Γελίμεριϲ: ὄνομα κύριον. 112 Γελλοῦϲ παιδοφιλωτέρα· αὕτη ἄωροϲ ἐτελεύτηϲε, καὶ τὸ φάνταϲμα αὐτῆϲ ἐδόκουν ἐπὶ τὰ παιδία καὶ τοὺϲ ἀώρουϲ θανάτουϲ ἰέναι. 113 Γέλων: ὄνομα κύριον. Γέλων δὲ τὸν γέλωτα. καὶ Γελῶ ϲε On. λύϲιϲ ὀνείρου· γελῶν καθ᾿ ὕπνουϲ δυϲφόρουϲ ἕξειϲ τρόπουϲ. 114 Γελῷοϲ: ἐθνικόν. καὶ Γελῴων, ἐθνῶν. καὶ Γέλωϲ, ἡ χαρμονή. 115 Γέλωϲ Μεγαρικόϲ: ἤκμαϲε γὰρ ἡ Μεγαρικὴ κωμῳδία ἀώρωϲ, ἣν Ἀθηναῖοι καταμωκώμενοι ἐγέλων. 116 Γέλωϲ πλατύϲ· ὁ δὲ Πέρϲηϲ ἐϲ τοϲοῦτον ἐληλάκει φρυάγματοϲ ὡϲ γέλωτα τῶν ἀγγελλόντων καταχέειν πλατύν. Σιμοκάτηϲ φηϲί. 117 Γέλωϲ ϲυγκροτούϲιοϲ: ὁ ἄτακτοϲ καὶ ἄϲεμνοϲ· ἐκ μεταφορᾶϲ τοῦ μετὰ κρότου χειρῶν καὶ ποδῶν γενομένου γέλωτοϲ.