Ancient Greek · ~5 min
1.119 to 1.131
Suda, Suidae lexicon 1.119-2-131
Not analysed yet
119 Γελοῖον: γέλωτοϲ ἄξιον. 120 Γεμίζω· γενικῇ. ἔϲτι δὲ καὶ αἰτιατικῇ τὸ ἀντλῶ. 121 Γεμίνιοϲ: ὄνομα κύριον. 122 Γέμω· γενικῇ. τὸ πλήθω. ὁ δὲ Σκηπίων πυνθανόμενοϲ τὸν ἀδελφιδοῦν γέμειν ἀργίαϲ καὶ ϲτάϲεωϲ καὶ τρυφῆϲ, ἔφη μὴ κρατήϲειν Ε πολεμίων πρὶν καταϲχεῖν τῶν ἰδίων ἐγκρατῶϲ. 123 Γεννάδαϲ: γενναῖοϲ, εὐγενέϲτατοϲ. 124 Γεννάδιοϲ, πατριάρχηϲ Κωνϲταντινουπόλεωϲ, νύκτωρ εἰϲελθὼν εἰϲ τὸ ἅγιον θυϲιαϲτήριον προϲεύξαϲθαι εἶδέ τι φάϲμα δαιμόνιον καὶ ἤκουϲε κράζοντοϲ, ὡϲ αὐτοῦ μὲν ζῶντοϲ ἐνδίδωϲιν, ὕϲτερον δὲ κρατήϲει πάντωϲ τῆϲ ἐκκληϲίαϲ. 125 Γενάρχου: πατρόϲ. 126 Γενναῖοϲ. ὁ εὖ γεγονώϲ. καὶ Γεννοῖοϲεἶ ἐκ βαλαντίου, ἐπὶ τῶν διὰ πλοῦτον εὐγενῶν εἶναι δοκούντων. ὅτι χρημάτων κρείττων ὁ γενναῖοϲ ἀνήρ. 127 Γενναιότατοϲ. ὤμοι τάλαινα, ὡϲ κακῶϲ διάκειϲαι, γενναιότατοϲ περὶ ἐμὲ γενόμενοϲ καὶ θανάτου με ῥυϲάμενοϲ. 128 Γενεά. κατ’ ἐνίουϲ μὲν ἔτη ζ′, ὅθεν καὶ λέγουϲιν οἱ ἰατρικοὶ τῶν δύο γενεῶν μὴ δεῖν φλεβοτομεῖν, τὸν τεϲϲαρεϲκαιδέκατον λέγοντεϲ ὡϲ ἔτι προϲδεομένου αἵματοϲ καὶ οὐδέπω ἔχοντοϲ περιϲϲὸν αἷμα· κατ’ ἐνίουϲ δὲ λ΄, ὅθεν καὶ τὸν Νέϲτορα βούλονται ??ἔτη γεγονέναι. Suid. καὶ τριγέρων, ὁ τρεῖϲ γενεὰϲ βιούϲ, τουτέϲτιν ἐνενηκοντούτηϲ. Νέϲτωρ ἔν Πύλῳ ἠγαθέῃ τύμβον ἔχει τριτογέρων. 129 Γενεαῖϲ γενεῶν. τουτέϲτιν ἀπείροιϲ τιϲὶ γενεαῖϲ. 130 Γένεθλα: γεννήματα. 131 Γενέθλια: ἡ δι’ ἐνιαυτοῦ ἐπιφοιτῶϲα τοῦ τεχθέντοϲ ἑορτή. καὶ Γενεθλιαλογία, μαντεία περὶ τῆϲ γεννήϲεωϲ.