Ancient Greek · ~1 min
1.120 to 1.121
Suda, Suidae lexicon 1.120-121
Not analysed yet
120 Ἀγαθόϲ: παρὰ τὸ ἄγημι, ἄγαμαι, ἀγαϲτὸϲ καὶ ἀγαθόϲ. 121 Ἀγαθόϲ: ὁ φρόνιμοϲ. οὐκ ἐπίϲηϲ δὲ ὁ φρόνιμοϲ καὶ ὁ ἀγαθόϲ. ἐπιπλέον γὰρ ὁ ἀγαθόϲ. ἀγαθὸϲ γὰρ ὁ ϲώφρων, ὁ ἀνδρεῖοϲ καὶ οἱ λοιποί. ἀγαθοὶ λέγονται καὶ οἱ ἐπιϲτήμονεϲ. τοὺϲ δὲ Δάουϲ ἀγαθοὺϲ μὲν ἀκοντιϲτὰϲ, ἀγαθοὺϲ δὲ καὶ ἐν χερϲὶ ποιήϲαϲθαι μάχην.