Ancient Greek
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.132
Not analysed yet
132 Γενέθλιοϲ, Γενεθλίου, Παλαιϲτῖνοϲ, ἐκ Πετρῶν, ϲοφιϲτὴϲ, μαθητὴϲ Μινουκιανοῦ καὶ Ἀγαπητοῦ, ἀντιπαιδεύϲαϲ κατὰ τὰϲ Ἀθήναϲ Καλλινίκῳ τῷ διαϲήμῳ, δεξιὸϲ τὴν φύϲιν καὶ ὅλην μελέτην ἀπομνημονεύϲαϲ ἐν ἀκροάϲει. τελευτῇ δὲ νέοϲ ἐτῶν η καὶ κ′. ἔγραψε δὲ Λαλιὰϲ ἤτοι Διαλέξειϲ καὶ Μελέταϲ, ὧν ἐϲτιν, ὁ ἄπολιν ἑαυτὸν ἀποκηρύττων μετὰ τὴν τῶν Θηβῶν καταϲκαφήν· Προπεμπτικὸν πρὸϲ τοὺϲ ἑαυτοῦ ἑταίρουϲ Δᾳδοῦχον καὶ Ἀϲκληπιάδην, Πανηγυρικούϲ.