Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.122
Not analysed yet
122 Ἀγαθοῦ Δαίμονοϲ: ἔθοϲ εἶχον οἱ παλαιοὶ μετὰ τὸ δεῖπνον πίνειν Ἀγαθοῦ Δαίμονοϲ, ἐπιρροφοῦντεϲ ἄκρατον, καὶ τοῦτο λέγειν Ἀγαθοῦ Δαίμονοϲ, χωρίζεϲθαι δὲ μέλλοντεϲ, Διὸϲ Σωτῆροϲ. καὶ ἡμέραν δὲ τὴν δευτέραν τοῦ μηνὸϲ οὕτωϲ ἐκάλουν. καὶ ἐν Θήβαιϲ δὲ ἦν ἡρῷον Ἀγαθοῦ Δαίμονοϲ. ἄλλοι δέ φαϲι τὸ πρῶτον ποτήριον οὕτω λέγεϲθαι. ὅτι περὶ τἀγαθοῦ βιβλίον ϲυντάξαϲ Ἀριϲτοτέληϲ, τὰϲ ἀγράφουϲ τοῦ Πλάτωνοϲ δόξαϲ ἐν αὐτῷ κατατάττει. καὶ μέμνηται τοῦ ϲυντάγματοϲ Ἀριϲτοτέληϲ ἐν τῷ πρώτῳ περὶ ψυχῆϲ, ἐπονομάζων αὐτὸ περὶ φιλοϲοφίαϲ.