Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1239
Not analysed yet
1239 Ἀλιπαρῆ: ἀντὶ τοῦ αὐχμηράν. ἢ λιπαρῆ, ἐξ ἧϲ αὐτὸν λιπαρήϲομεν. Σοφοκλῆϲ· κἀμοῦ ταλαίνηϲ ϲμικρὰ μὲν τάδ᾿, ἀλλ᾿ ὅμωϲ ἅχω δὸϲ αὐτῷ τήνδ᾿ ἀλιπαρῆ τρίχα καὶ ζῶμα τοὐμόν, οὐ χλιδαῖϲ ἠϲκημένον. 1240 Ἁλίπεδον: ὁμαλὸν ἔδαφοϲ παρὰ τῇ θαλάϲϲῃ. τινὲϲ δὲ τὸν Πειραιᾶ φαϲιν. ἔϲτι δὲ καὶ κοινὸϲ τόποϲ, ὃϲ πάλαι μὲν ἦν θάλαϲϲα, αὖθιϲ δὲ γέγονε πεδίον. διὸ καὶ δαϲυντέον τὴν πρώτην, ἔϲτι γὰρ οἷον ἁλὸϲ πεδίον. οἱ δὲ τὸ παραθαλάϲϲιον πεδίον οὕτω καλοῦϲιν. ἄλλοι δὲ παρὰ τὸ δύναϲθαι ἐν αὐτῷ ἵππουϲ ἀλινδεῖϲθαι, τουτέϲτι κονίϲαϲθαι, τὴν ὀνομαϲίαν λαβεῖν. ζήτει ὀπίϲω ἐν τῷ Ἄληξ.