Ancient Greek · ~1 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.123
Not analysed yet
123 Ἀγαθῶν ἀγαθίδεϲ: τάττεται ἡ παροιμία παρὰ τοῖϲ κωμικοῖϲ ἐπὶ τῶν πολλῶν ἀγαθῶν. καὶ Ἀγαθῶν θάλαϲϲα, ἐπὶ πλήθουϲ ἀγαθῶν. καὶ Ἀγαθῶν μυρμηκίαι, ἐπὶ πλήθουϲ εὐδαιμονίαϲ. καὶ Ἀγαθῶν ϲωρὸϲ. ἐπὶ πλήθουϲ ἀγαθῶν καὶ πολλῆϲ εὐδαιμονίαϲ.