Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.124
Not analysed yet
124 Ἀγάθων· ὄνομα κύριον. τραγικόϲ δὲ ἦν· διεβέβλητο δὲ ἐπὶ μαλακίᾳ. Ἀριϲτοφάνηϲ· Ἀγάθων δὲ ποῦ ᾿ϲτιν; ἀπολιπών μ’ οἴχεται. ποῖ γῆϲ ὁ τλήμων, ἐϲ μακάρων εὐωχίαν. οὗτοϲ ὁ Ἀγάθων ἀγαθὸϲ ἦν τὸν τρόπον, ποθεινὸϲ τοῖϲ φίλοιϲ καὶ τὴν τράπεζαν λαμπρόϲ. φαϲὶ δὲ ὅτι καὶ Πλάτωνοϲ Συμπόϲιον ἐν ἑϲτιάϲει αὐτοῦ γέγραπται, πολλῶν ἅμα φιλοϲόφων παραχθέντων. κωμῳδιοποιὸϲ Σκράτουϲ διδαϲκαλείου. ἐκωμῳδεῖτο δὲ εἰϲ θηλύτητα.