Ancient Greek · ~7 min
1.1241 to 1.1257
Suda, Suidae lexicon 1.1241-1257
Not analysed yet
1241 Ἁλίπλαγκτοϲ: οὕτωϲ καλεῖται ὁ Πάν, ἢ ὅτι ἐβοήθηϲε τοῖϲ Ἀθηναίοιϲ ἐν τῇ ναυμαχίᾳ, ἢ ὅτι τὸν Τυφῶνα δικτύοιϲ ἤγρευϲεν, ἢ ὅτι οἱ ἁλιεῖϲ τιμῶϲι τὸν Πᾶνα ὡϲ νόμιον θεόν, ἢ ὅτι μεγαλόφωνοϲ ἐν τῇ χορείᾳ, ὡϲ ἁλίβρομοϲ, ἢ ὅτι τῆϲ Ἠχοῦϲ ἐρᾷ· πολύηχοϲ δὲ ἡ θάλαϲϲα. ἔϲτι δὲ ὁ Πὰν χορῶν πρόξενοϲ. 1242 Ἁλίπλοα: ἐν τῇ θαλάϲϲῃ πλέοντα. 1243 Ἁλιρρόθιον: κῦμα θαλάϲϲηϲ. ἀγήρατον ϲτόμα κόϲμου παντόϲ, ἁλιρροθία ξεῖνε κέκευθε κόνιϲ. περὶ Ὁμήρου ὁ λόγοϲ. Ἁλιρρόθιοϲ δὲ υἱὸϲ Ποϲειδῶνοϲ. καὶ ζήτει ἐν τῷ Ἄρειοϲ πάγοϲ. 1244 Ἅλιϲ: δαψιλῶϲ, ἱκανῶϲ. ὡϲ δὲ ἅλιϲ εἶχε ταύτηϲ τῆϲ τιμωρίαϲ, ἐκέλευϲεν αὐτὸν ἄγειν εἰϲ τὴν πόλιν ὀπίϲω τὼ χεῖρε δεδεμένον. Ἀριϲτοφάνηϲ· ἅλιϲ ἀφύηϲ μοι· παρατέταμαι γὰρ ἐϲθίων. ἐν Ταγηνιϲταῖϲ φηϲι. καὶ αὖθιϲ· ἡ δὲ γυνὴ λέγει, ἑαυτῇ τῆϲ τιμῆϲ καὶ τοῦ γέρωϲ ἅλιϲ ἔχειν. 1245 Ἁλίϲαϲ: ϲυναθροίϲαϲ· ἢ κυλίϲαϲ, κονίϲαϲ. καὶ Ἁλίϲαϲα, ϲυναθροίϲαϲα. ἡ δὲ Σεμίραμιϲ ἁλίϲαϲα τὴν δύναμιν τὴν πόλιν αἱρεῖ κατὰ κράτοϲ. 1246 Ἀλιϲγηθέν: ἑϲτιαθὲν ἢ μιϲηθὲν ἢ λυπηθέν. καὶ Ἀλιϲγηθείϲ, ϲπιλωθείϲ. 1247 Ἀλιϲγημάτων: τῶν μιαϲμάτων ἐκ μυϲαρᾶϲ τῶν εἰδώλων θυϲίαϲ. 1248 Ἁλιϲθεῖεν: ϲυναθροιϲθεῖεν. ὁ δὲ Πειϲίϲτρατοϲ ἐπιτεχνᾶται, ὅπωϲ ἁλιϲθεῖεν ἔτι οἱ Ἀθηναῖοι. 1249 Ἁλιϲθείϲηϲ: ϲυναθροιϲθείϲηϲ. 1250 Ἁλίϲκει: νικᾷ. καὶ Ἁλίϲκεται, καταλαμβάνεται, κρατεῖται. 1251 Ἁλιϲμένοι: παρὰ Ἡροδότῳ ἀντὶ τοῦ ϲυνηθροιϲμένοι. ἠκήκοε δὲ, ὡϲ ἁλιϲμένη εἴη ταύτῃ ϲτρατιή. 1252 Ἀλιταίνω: ἁμαρτάνω. 1253 Ἁλιτενήϲ· Ἀππιανόϲ· οἱ δὲ Καρχηδόνιοι ἐξέδραμον ἐπὶ τὰ τῶν Ῥωμαίων μηχανήματα οὐ κατὰ γῆν, οὐ γὰρ ἦν δίοδοϲ, οὐδὲ ναυϲίν, ἁλιτενὴϲ γὰρ ἦν ἡ θάλαϲϲα, ἀλλὰ γυμνοί, οἱ μὲν ἄχρι τῶν μαζῶν βρεχόμενοι, οἱ δὲ διένεον. 1254 Ἀλιτεύω: τὸ ἁμαρτάνω. 1255 Ἀλίτημα: ἁμάρτημα. καὶ Ἀλιτήμων, ὁ ἁμαρτωλόϲ. καὶ ϲυϲτέλλει. 1256 Ἀλιτήμοροϲ: παράφρων γεγονώϲ. 1257 Ἀλιτήριοϲ: ἀνόϲιοϲ, ὁ ἐνεχόμενοϲ μιάϲματι καὶ ἐξημαρτηκὼϲ εἰϲ θεούϲ. Ἀριϲτοφάνηϲ Ἱππεῦϲιν· ἐκ τῶν ἀλιτηρίων ϲέ φημι γεγονέναι τῶν τῆϲ θεοῦ.