Ancient Greek · ~3 min
1.125 to 1.132
Suda, Suidae lexicon 1.125-132
Not analysed yet
125 Ἀγαθώνιοϲ: ὄνομα κύριον. ὃϲ ἐβαϲίλευϲε τῆϲ Ταρτηϲϲοῦ. Prov. καὶ Ἀγαθώνιοϲ α ὔληϲιϲ: ἡ μαλακὴ καὶ ἐκλελυμένη· ἢ ἡ μήτε χαλαρὰ, μήτε πικρὰ, ἀλλ’ εὔκρατοϲ καὶ ἡδίϲτη. 126 Ἀγαθοὶ δ’ ἀριδάκρυεϲ ἄν δρεϲ: ἐπὶ τῶν ϲφόδρα πρὸϲ ἔλεον ῥεπόντων. 127 Ἀγακλειτόϲ. ὁ ἄγαν ἔνδοξοϲ. καὶ Ἀγακλειτή. 128 Ἀγάλακτεϲ: ὁμογενεῖϲ, ὅμαιμοι, ἀδελφοί. ἄλλοι δὲ τοὺϲ ἱερείων κοινωνοὺϲ καὶ ϲυγγενεῖϲ. οἱ δὲ ϲυντρόφουϲ. 129 Ἀγαλε ών: ὄνομα ὄρουϲ 130 Ἀγάλλει. ποιεῖ, ϲκευάζει, κοϲμεῖ. 131 Ἄγαλμα. πᾶν ἐφ’ ᾧ τιϲ ἀγάλλεται. καὶ δίδωϲιν ἀργύριον, ἵνα ἐκπονήϲῃ τὸ ἄγαλμα ἄκραϲ τέχνηϲ, προϲθεὶϲ τὸ μέγεθοϲ καὶ προϲειπὼν τῆϲ λίθου τὴν φύϲιν. 132 Ἄγαλμα Ἀθ ηνᾶϲ· ζήτει ὲν τῷ Ἀθηνᾶϲ· καὶ ζήτει ἄγαλμα βδέλυγμα τῆϲ ἐρημώϲεωϲ ἐν τῷ Ἀντίοχοϲ· καὶ ζήτει ἄγαλμα Ἀπόλλωνοϲ ἐν τῷ Ἀπόλλωνοϲ ἄγαλμα· καὶ ζήτει ἄγαλμα Διονύϲου ἐν τῶ Αὐξέντιοϲ.