Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.133
Not analysed yet
133 Ἀγάλματα. τὰ τῶν θεῶν μιμήματα, καὶ πάντα τὰ κόϲμου τινὸϲ μετέχοντα. Ὅμηροϲ· βαϲιλῆϊ δὲ κεῖται ἄγαλμα. καὶ Ἡϲίοδοϲ τὸν ὅρμον ἄγαλμα καλεῖ· Πίνδαροϲ δὲ τὴν ἐπὶ τάφου ϲτήλην οὕτω καλεῖ, Εὐριπίδηϲ τὸν ἐπὶ νεκροῖϲ κόϲμον. καὶ ἐφ’ ὧ τιϲ ἀγάλλεται. καὶ τὸ εἴδωλον, βρέταϲ, χάρμα, καλλονὴ, κόϲμοϲ, καύχημα, θαλλοὶ, ἀνδριάντεϲ, ἐπιγραφαί. Ἀγάλμα τα δὲ καὶ τὰϲ γραφὰϲ καὶ τοὺϲ ἀνδριάνταϲ λέγουϲιν. Ἀγαλμάτιον δὲ ὑποκοριϲτικῶϲ.