Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1298
Not analysed yet
1298 Ἀλκυονίδεϲ ἡμέραι: αἱ εὐδιειναί. περὶ τοῦ ἀριθμοῦ διαφέρονται. Σιμωνίδηϲ γὰρ ἐν Πεντάθλοιϲ ια φηϲὶν αὐτὰϲ καὶ Ἀριϲτοτέληϲ ἐν τοῖϲ περὶ ζῴων, Δημαγόραϲ δὲ ὁ Σάμιοϲ ζ΄, καὶ Φιλόχοροϲ θ΄. τὸν δὲ ἐπ᾿ αὐταῖϲ μῦθον Ἡγήϲανδροϲ ἐν τοῖϲ περὶ ὑπομνημάτων λέγει οὕτωϲ· Ἀλκυονέωϲ τοῦ γίγαντοϲ θυγατέρεϲ ἦϲαν, Φωϲθονία, Ἄνθη, Μεθώνη, Ἀλκίππα, Παλήνη, Δριμὼ, Ἀϲτερίη. αὗται μετὰ τὴν τοῦ πατρὸϲ τελευτὴν ἀπὸ Καναϲτραίου, ὅ ἐϲτιν ἄκρον τῆϲ Πελλήνηϲ, ἔρριψαν αὑτὰϲ εἰϲ τὴν θάλαϲϲαν, Ἀμφιτρίτη δ᾿ αὐτὰϲ ὄρνιθαϲ ἐποίηϲε, καὶ ἀπὸ τοῦ πατρὸϲ Ἀλκυόνεϲ ἐκλήθηϲαν. αἱ δὲ νήνεμοι καὶ γαλήνην ἔχουϲαι ἡμέραι Ἀλκυονίδεϲ καλοῦνται. καὶ Ἀλκυόνειοϲ ἡμέρα.