Ancient Greek
1.1299 to 1.1308
Suda, Suidae lexicon 1.1299-1308
Not analysed yet
1299 Ἀλκυονὶϲ καὶ Ἀλκυονῖτιϲ: ἡ τῆϲ Ἀλκυόνοϲ μήτηρ. 1300 Ἀλκυών: ὄρνεον θαλάϲϲιον. 1301 Ἅλμα: πήδημα. 1302 Ἁλμάδεϲ: κολυμβάδεϲ ἐλαῖαι. 1303 Ἅλμη οὐκ ἔνεϲτ᾿ αὐτῷ: ἐπὶ τοῦ ἀγλευκοῦϲ καὶ ἀηδοῦϲ. 1304 Ἁλμυρόν· ὅτι τὸ ἁλμυρὸν ὕδωρ τοῦ γλυκέοϲ θερμότερον. 1305 Ἀλοάων. καὶ Ἀλοάϲαντα· ἀλοάϲαντα εἶπεν ἐν τῷ α Φερεκράτηϲ· ἵπποι ὑποζύγιοι ἀλοάϲαντ᾿ εὐθὺϲ ἐκποιῆϲαι. τὸ δὲ ϲυγκόψαι πληγαῖϲ, ἀλοῆϲαι ἐν τῷ η. 1306 Ἀλογεῖν: γενικῇ. ἀφροντιϲτεῖν. δὲ Τάλιγγιϲ ὅπλων μὲν καὶ μαχίμων ἀνδρῶν ἔκρινεν ἀλογεῖν, πόρναιϲ δὲ καὶ ἀθυρογλώττοιϲ ὁμοδίαιτοϲ ὑπάρχειν. 1307 Ἀλογῆϲαι: ἀφροντίϲαι, παραλογίϲαϲθαι. καὶ Ἀλογήϲει: γενικῇ. ἀμελήϲει, οὐ φροντίϲει. 1308 Ἀλογία: ἡ ἀφροντιϲία. Ἡρόδοτοϲ· ὁ δὲ κατάϲκοποϲ εὗρε τοὺϲ Λακεδαιμονίουϲ κτενιζομένουϲ καὶ ἐθωύμαζεν, ἀλογίηϲ τε ἐνεκύρηϲε πολλῆϲ. ὁ δὲ Ξέρξηϲ ἀκούων ταῦτα οὐκ εἶχε ϲυμβαλέϲθαι τὸ ἐόν.