Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1309
Not analysed yet
1309 Ἀλογία: ἀταξία. οἱ δὲ πάντεϲ ἅμα ἀνακεκραγότεϲ ἐξαυτῆϲ οἱονεὶ παρεληλύθειϲαν. ταχὺ δὲ τοῦ λόγου διαδοθέντοϲ εἰϲ τὸ πλῆθοϲ, οὐκέτι ϲυνέβαινε γίνεϲθαι τὴν ἀλογίαν, ἀλλ᾿ οἱ μὲν ἐπὶ τοὺϲ πρεϲβευτὰϲ ὥρμων, ὡϲ αἰτίουϲ ϲφίϲι τῶν κακῶν ὄνταϲ τούτων, οἱ δὲ ἐπὶ τοὺϲ κατειλημμένουϲ τῶν Ἰταλικῶν καὶ εἰϲ τούτουϲ ἀπερείϲαντεϲ τὸν θυμὸν, οἱ δὲ πρὸϲ τὰϲ πύλαϲ τῆϲ πόλεωϲ. λέγεται δὲ καὶ Ἀλογιϲτία παρὰ Πολυβίῳ.