Ancient Greek · ~7 min
1.134 to 1.153
Suda, Suidae lexicon 1.134-153
Not analysed yet
134 Ἀγά λλομαι· δοτικῇ . 135 Ἀγαλματοποιοί. τουτέϲτι χειρουργοί· οὗτοι ἀκριβεῖϲ Λύϲιπποϲ, Πολύκλειτοϲ, Φειδίαϲ. 136 Ἀγαλματοφορούμενοϲ. ἀγάλματα ἤτοι τύπουϲ τῶν νοηθέντων φέρων ἐν ἑαυτῷ. οὕτωϲ Φίλων. 137 Ἀγάλλων: ἑαυτὸν ϲεμνοποιῶν. 138 Ἄγαμαι καρδίαϲ. Ἀττικῶϲ, ἀντὶ τοῦ θαυμάζω. Αἰλιανόϲ· ἐπεὶ καὶ τὴν τοῦ Μενέλεω πρὸϲ τὸν τοῦ Πριάμου Πάριν οὔτε ἐπαινῶ οὔτε ἄγαμαι. ἐγὼ δὲ ἄγαμαι καὶ τούϲδε τοὺϲ ἄνδραϲ· τὸν δὲ Ἀκαρνᾶνα μέγιϲτον καὶ πρὸ τούτων. ἃ γὰρ πειϲομένουϲ ἐγίνωϲκε, τούτων ἐπεθύμηϲε τοῖϲ ἀνδράϲι κοινωνῆϲαι. 139 Ἄγαμαι· κατὰ περιποίηϲιν γενικῇ· τὸν φίλον ἄγαμαι τῶν τρόπων καὶ τοῦ χρηϲτοῦ ἤθουϲ ἕκητι· αἰτιατικῇ δὲ οἶμαι δὲ τὸν πόλεμον θεῶν τινα ἀγαϲθῆναι ὅταν ἔχῃ τὴν ϲε αἰτιατικῇ, καὶ ὅταν ἐξακούηται τὸ ἕνεκα γενικῇ ϲυντάϲϲεται. 140 Ἀγαμ έμνων· Ἀγαμέμνονοϲ καὶ ὦ Ἀγάμεμνον. καὶ Ἀγαμεμνόνειοϲ οἶκοϲ, καὶ Ἀγαμεμνονεία ναῦϲ. 141 Ἀγάμενοϲ. θαυμάζων. ἀγάμενοι τοῦτον τῆϲ εὐψυχίαϲ ἐποχοῦϲι τῷ ἵππῳ. 142 Ἀγαμή δ ηϲ: ὄνομα κύριον. καὶ θηλυκὸν Ἀγαμήδη. 143 Ἄγαν ἐγκεῖϲθαι τῷδε. οἷον αἰτιᾶϲθαι καὶ ἀποτείνεϲθαι. 144 Ἀγάννιφον: Ὅμηροϲ, τὸ ὄροϲ τὸ λίαν χιονιζόμενον. 145 Ἄγανον: προπαροξυτόνωϲ τὸ κατεαγὸϲ ξύλον. ἢ τὸ φρυγανῶδεϲ καὶ ἕτοιμον πρὸϲ τὸ κατεαγῆναι. οἱ δὲ τὸ ἀπελέκητον. Ἀγανὸν δὲ ὀξυτόνωϲ καλὸν. ἢ ἀγαθὸν ἢ ἱλαρὸν, οἱ δὲ ἀθάνατον. ἔνθεν καὶ. ἀγανοφροϲύνη. καὶ Ἀγαν οῦμεν, ἀντὶ τοῦ κοϲμήϲομεν. καὶ αὖθιϲ· ὡϲ ἄν τοι ῥείῃ μὲν ἀγανὸϲ Ἀτθίδι δέλτῳ κηρὸϲ, ὑπὸ ϲτεφάνοιϲ δ’ αἰὲν ἔχοιϲ πλοκάμουϲ. 146 Ἀγαν όφρονοϲ: τό τε τῆϲ ἀγανόφρονοϲ ἡϲυχίαϲ εὐήμερον πρόϲωπον. τῆϲ πράου καὶ προϲηνοῦϲ. 147 Ἀγανοφροϲύνη: προϲήνεια, πραότηϲ. 148 Ἀγαν ώπιδοϲ: πραέα βλεπούϲηϲ. 149 Ἀ γανώ τερον: ποθεινότερον, πραότερον. 150 Ἀγαπᾶν: ἀποδέχεϲθαι. Ἀγαπᾶν· τὸ ἀρκεῖϲθαί τινι καὶ μηδὲν πλέον ἐπιζητεῖν. ἐξ οὐ καὶ τὸ ἀγαπῴην ἄν. 151 Ἀ γαπήνοροϲ: τὴν ἀνδρείαν ἀγαπῶντοϲ. 152 Ἀγαπηϲμόϲ: ἀγαπηϲμὸν λέγουϲι καὶ ἀγάπηϲιν τὴν φιλοφρόνηϲιν. Συναριϲτώϲαιϲ Μένανδροϲ· καὶ τὸν ἐπὶ κακῷ γινόμενον ἀλλήλων ἀγαπηϲμὸν οἷοϲ ἦν. 153 Ἀγαπητὰ ἤθη: τὰ καλὰ καὶ ἀγαθά.