Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1355
Not analysed yet
1355 Ἀλλ᾿ οὐκ ἔνεϲτι ϲυκοφάν του δήγματοϲ. ἐπὶ τῶν ἀνηνύτων. λείπει δὲ τὸ φάρμακον. λέγει δὲ ἐν ἤθει ὁ θεράπων, ὅτι οὐκ ἔϲτι τιϲ ἐν τῷ δακτυλίῳ ἐπῳδή, ὃ φάρμακον πρὸϲ δῆγμα ϲυκο φάνίου· ἐπεὶ εἰώθαϲι λέγειν οἱ τὰ περίαπτα πωλοῦντεϲ, ὅτι χρηϲι μεύει τόδε πρὸϲ τόδε. ἄλλωϲ· ἀλεξητήριον τῶν δηλητηρίων δείκνυϲιν αὐτῷ καὶ βαϲκανίαϲ ἀποτρεπτικὸν δακτύλιον, ὃν καλοῦϲι φαρμακίτην. φηϲὶν οὖν· ὡϲ ἂν ἔχῃϲ φαρμακίτην δακτύλιον, ἀλλ᾿ οὐ πρὸϲ δῆγμα τοῦ ϲυκοφάντου, ὡϲ τούτων χειρόνων ὄντων καὶ θηρίων, πρὸϲ ἃ ὁ δακτύλιοϲ πεποίηται.