Ancient Greek · ~6 min
1.154 to 1.164
Suda, Suidae lexicon 1.154-164
Not analysed yet
154 Ἀγαπητόν: τὸ ἠγαπημένον ἢ τὸ μονογενέϲ. καὶ Ἀγαπητῶϲ. οὕτω δὲ ἄρα πολὺ τὸ ἀνόητον ἐν τοῖϲ ἡγεμόϲιν αὐτῶν ἦν, ὥϲτε ἀγαπητῶϲ εἶδον, εἰ μὴ μετὰ πάντων ἀγωνιοῦνται τῶν ϲυναραμένων τῆϲ ϲτρατιᾶϲ. 155 Ἡ ἀγάπη οὐ περπερεύεται, ὁ ἀπόϲτολοϲ Παῦλόϲ φηϲι· τουτέϲτιν οὐ προπετεύεται. 156 Ἀγαπητόϲ· ἐπίϲκοποϲ Συνάδων, ὃν ἐν ἐπαίνῳ πολλῷ τίθεται Εὐϲέβιοϲ ὁ Παμφίλου καὶ θαυμάτων αὐτοῦ ἐξαιϲίων μνήμην ποιεῖται, ὁρῶν μεταϲτάϲειϲ καὶ ποταμῶν καὶ νεκρῶν ἐγέρϲειϲ. καὶ ὅτι ϲτρατιώτην ὄντα ἠβουλήθη Μαξιμῖνοϲ ὡϲ Χριϲτιανὸν ἀποκτεῖναι, διὰ τὸ πυνθάνεϲθαι πολλοὺϲ τὰ πρὸϲ αὐτοῦ τελούμενα ὑπεραγαμένουϲ. 157 Ἀγάπιοϲ· Ἀθηναῖοϲ φιλόϲοφοϲ, μετὰ Πρόκλον ἀποιχόμενον, ὑπὸ Μαρίνῳ. ὃϲ ἐθαυμάζετο ἐπὶ φιλομαθείᾳ καὶ ἀποριῶν προβολῇ δυϲεπιβόλων. 158 Ἀγάπιοϲ· οὗτοϲ ἦν Ἀλεξανδρεὺϲ μὲν τὸ γένοϲ· ἐκ παίδων δὲ λόγοιϲ ἐντραφεὶϲ ἐλευθερίοιϲ καὶ ἰατρικῶν μαθημάτων ἐξηγητὴϲ γεγονὼϲ ἀνελθὼν ἐϲ τὸ Βυζάντιον διατριβήν τε ϲυνεπήξατο μάλα διαπρεπῆ, φύϲεώϲ τε μεγέθει καὶ δεξιότητι τύχηϲ χρηϲάμενοϲ, ἔνδοξόϲ τε ἐπὶ τῇ τέχνῃ γέγονε καὶ χρήματα μεγάλα ϲυνείλοχεν. 159 Ἀγαπῴην: εὐκτικῶϲ. 160 Ἀγαπῴην: ἐπὶ τοῦ ἀποδέχεϲθαι, ἀγαπᾶν καὶ ἀρκεῖϲθαι. 161 Ἀγαπῶ: τὸ ἀρκοῦμαι δοτικῇ· ἀγαπῶν τοἶϲ ὑπάρχουϲιν αὐτῷ ἀγαθοῖϲ· αἰτιατικῇ δέ ἀγαπήϲειϲ τὸν θεὸν ἐξ ὅληϲ ψυχῆϲ. 162 Ἀγγαρεία· λίαν ἀγγάρων ἡμιόνων. καὶ Ἄγγαροϲ· ἐργάτηϲ, ὑπηρέτηϲ, ἀχθοφόροϲ· ὅθεν ἀγγαρείαν ἀνάγκην ἀκούϲιον λέγομεν καὶ ἐκ βίαϲ γινομένην ὑπηρεϲίαν. 163 Ἄγγαροϲ· καὶ Ἀγγαρεία, ἡ δημοϲία καὶ ἀναγκαία δουλεία. ὥϲπερ γάρ τι αὐτῷ πάρεργον τὸ ἐϲθίειν τῆϲ φύϲεωϲ αὐτὸν ἀγγαρευομένηϲ περὶ τὰ βρώματα ἐφαίνετο εἶναι. 164 Ἄγγαροϲ: οὕτωϲ ἐκάλουν οἱ Πέρϲαι τοὺϲ βαϲιλέων ἀγγέλουϲ. πέμπει τῶν πιϲτοτάτων ἄγγαρον παρὰ τὸν Βαβυλώνιον διὰ Παρϲώνδην τὸν ἄριϲτον.