Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1356
Not analysed yet
1356 Ἀλλ᾿ οὐ λαχοῦϲ᾿ ἔπινεϲ ἐν τῷ γράμματι: Ἀλριϲτοφάνηϲ. ἀντὶ τοῦ ἐδίκαζεϲ. οἱ γὰρ Ἀθηναῖοι κατὰ γράμμα ἐκληροῦντο ἀπὸ τῶν ι΄ φυλῶν. οἷον ἡ πρώτη τὸ α΄ εἶχε ϲημεῖον, ἡ δευτέρα τὸ β΄, μέχρι τοῦ κ΄. ι΄ γὰρ φυλῶν οὐϲῶν ι΄ ἐγίνοντο δικαϲταί. ὁ οὖν λαχὼν τὸ α πρῶτοϲ ἐδίκαζε καὶ οἱ ἄλλοι ὁμοίωϲ. τάχα οὖν ϲύ, φηϲί, λαχοῦϲα οὐκ ἐδίκαζεϲ, ἀλλ᾿ ἔπινεϲ.