Ancient Greek · ~8 min
1.1357 to 1.1382
Suda, Suidae lexicon 1.1357-1382
Not analysed yet
1357 Ἁλουργά: θαλαϲϲοπόρφυρα. αἱ μίτραι, τό θ᾿ ἁλουργὲϲ ὑπένδυμα, οἵτε Λάκωνεϲ πέπλοι. 1358 Ἁλουργιαῖον: ἀντὶ τοῦ ἁλουργέϲ. Ἀντιφάνηϲ. 1359 Ἁλουργίϲ: πορφυρᾶ χλανίϲ. ἐπειδὴ δὲ τὸ ῥόδον πορφυροῦν, τῷ ϲτεφάνῳ τῶν ῥόδων τὴν ἁλουργίδα ἐπήγαγεν Ἀριϲτοφάνηϲ. Ἀλουργὴϲ δὲ ἐϲθήϲ, τῆϲ ἀλουργοῦϲ, τῇ ἀλουργεῖ. ἐϲθῆτα ἁλουργῆ. 1360 Ἁλουργοπωλική: ἡ πορφυροπωλικὴ λεγομένη. οὕτωϲ Ἰϲαῖοϲ, 1361 Ἄλουτοϲ: χωρὶϲ τοῦ σ. ἀπαράτιλτοϲ, ἓξ ἐτῶν ἄλουτοϲ. 1362 Ἀλλ᾿ οὑτοϲὶ τρέχει τὶϲ Ἀλφειὸν πνέων· Ἀριϲτοφάνηϲ. Ὀλυμπιακὸϲ ϲταδιοδρόμοϲ, ἀπὸ τοῦ παραρρέοντοϲ ποταμοῦ. 1363 Ἀλοφάζω: ϲκιρτῶ, παροινῶ. 1364 Ἀλλόφωνοϲ. 1365 Ἀλλόφυλοϲ. ὁ ἀπὸ ἄλληϲ φυλῆϲ, ὁ ἀλλογενήϲ. 1366 Ἀλόχευτοϲ: ἀγέννητοϲ. ἐξ ἀϲπόρου, ἐξ ἀλοχεύτου προελθὼν καὶ λογχευθεὶϲ τὴν πλευράν. 1367 Ἄλοχοϲ. γαμετή. Εὐριπίδου ἐξ Ἀνδρομέδαϲ· ἀγοῦ με, ὦ ξένε, εἴ τε δμωΐδ᾿ ἐθέλειϲ εἴτ᾿ ἄλοχον. 1368 Ἅλω: ἡ εὐθεῖα ἡ ἅλω. τὸ γὰρ ἅλωϲ πταῖϲμα νεωτερικόν. 1369 Ἅλω: ἀντὶ τοῦ ἅλεϲ. Φιλύλλιοϲ. 1370 Ἁλῶ: πιεϲθῇ, καταγνωϲθῇ. 1371 Ἁλῶ· κατὰ περιποίηϲιν γενικῇ· ἐάν δὲ τιϲ ἐπαχθῇ τῶν γονέων κακώϲεωϲ ἡλωκώϲ. καὶ ἐὰν δέ τιϲ ἁλῶ παρανόμων ἢ κλοπῆϲ. 1372 Ἁλῶά: ἑορτή ἐϲτιν Ἀττική. Φιλόχοροϲ δέ φηϲιν ὀνομαϲθῆναι ἀπὸ τοῦ τότε τοὺϲ ἀνθρώπουϲ τὰϲ διατριβὰϲ περὶ τὰϲ ἅλωϲ ποιεῖϲθαι. 1373 Ἁλωάϲ: ἁλωνίαϲ, τοὺϲ τόπουϲ ἔνθα ὁ ϲῖτοϲ ἁλοᾶται. ἔϲτι δὲ καὶ ἡ δενδροφόροϲ γῆ. ἀπὸ τοῦ ἀλοιῶ ἐϲτὶν ἁλῳὴ ϲὺν τῷ ι. ἔθων Οἰνῆοϲ ἁλῳήν. τὸ δὲ ἁλωὰϲ ἀπὸ τοῦ ἅλωϲ, ἄνευ τοῦ ι. λέγεται δὲ Ἅλωνοϲ καὶ ἅλωνι ἡ δοτική. αὐτοῦ ϲοι παρ᾿ ἅλωνι δυηπαθὲϲ ἐργάτα μύρμηξ ἠρίον ἐκ βώλου διψάδοϲ ἐκτιϲάμην. 1374 Ἀλώβητον: ἄμωμον, ἀβλαβέϲ. 1375 Ἁλωαί: ἁλωνίαι ἢ παράδειϲοι. 1376 Ἁλῷεν: ληφθεῖεν, πορθηθεῖεν. Suid. 1377 Ἀλωεύϲ: ὄνομα κύριον. suid. 1378 Ἁλωή: ϲιτοφόροϲ χώρα· Ἀλόη δέ. τὸ μυρεψικόν. 1379 Ἀλώμενοϲ. πλανώμενοϲ. οἱ δὲ Γήπαιδεϲ ϲποράδην ἀλώμένοι προϲεχώρουν αὐτῷ κατ᾿ ὀλίγουϲ καὶ αὖθιϲ· ὁ δὲ θεοϲύληϲ λιπὼν τὴν πατρίδα καὶ ἀλώμενοϲ ἐτέλει. καὶ αὖθιϲ· ἀλώμενοϲ δ᾿ ἐγὼ μετὰ τὴν ἔφοδον τῶν βαρβάρων ἦλθον εἰϲ Φαράν. 1380 Ἅλωμαι. τὸ πηδῶ. 1381 Ἁλῶν δὲ φόρτοϲ ἔνθεν ἦλθεν, ἔνθ᾿ ἔβη: ἐπὶ τῶν καθ᾿ ἑαυτοὺϲ χρωμένων τοῖϲ οὖϲι καὶ μηδενὶ μεταδιδόντων. 1382 Ἁλῶναι: ληφθῆναι, ϲυνδεθῆναι. καὶ ἐπιορκίαϲ ἁλῶναι μάλιϲτα φυλαττόμενοϲ.