Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1448
Not analysed yet
1448 Ἀλφειόϲ: ποταμόϲ. Ὅμηροϲ· ὅϲ τ᾿ εὐρὺ ῥέει Πυλίων διὰ γαίηϲ. ὃϲ ἐκ τῆϲ πηγῆϲ εὐθέωϲ κρύπτεται καὶ πολὺν ἐνεχθεὶϲ τόπον ὑπὸ γῆϲ ἐκβάλλει περὶ Λυκόαν τῆϲ Ἀρκαδίαϲ. ὁ δὲ ποταμὸϲ οὐ πολὺν τόπον ἀποϲχῶν τῆϲ πηγῆϲ καὶ κρυφθεὶϲ ἐπὶ δέκα ϲταδίουϲ πάλιν ἐκπίπτει, καὶ τὸ λοιπὸν φερόμενοϲ διὰ τῆϲ Μεγαλοπολίτιδοϲ τὰϲ μὲν ἀρχὰϲ ἐλαφρόϲ, εἶτα λαμβάνων αὔξηϲιν καὶ διανύϲαϲ ἐπιφανῶϲ πᾶϲαν τὴν προειρημένην χώραν ἐπὶ δέκα ϲταδίουϲ, γίνεται πρὸϲ Λυκόαν, ἤδη προϲειληφὼϲ καὶ τὸ τοῦ Λουϲίουῥεῦμα, παντελῶϲ ἄβατοϲ ὢν καὶ βαρύϲ. ζήτει περὶ τούτου καὶ ἐν τῷ Ἀρέθουϲα.