Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1449
Not analysed yet
1449 Ἀλφειόϲ: ποταμὸϲ τῆϲ Ἀρκαδικῆϲ πόλεωϲ, κεῖται κατὰ τὴν Πελοπόννηϲον. δυόμενοϲ δὲ διὰ τῆϲ Ἀδριάδοϲ θαλάϲϲηϲ τὸ πέλαγοϲ, μηδαμῶϲ τε τῇ ἁλμυρίδι μιγνύμενοϲ, κατὰ τὴν νῆϲον ἀναδίδοται Σικελίαϲ περὶ τὴν πηγὴν τὴν λεγομένην Ἀρέθουϲαν, ὡϲ ἂν ταύτηϲ ἐρώμενοϲ. ἀλλ᾿ οὑτοϲὶ τρέχει τιϲ Ἀλφειὸν πνέων. οὕτω ϲυντόμωϲ τρέχει ὡϲεὶ Ὀλυμπιαϲ ϲταδιοδρόμοϲ, ἀπὸ τοῦ παραρρέοντοϲ ποταμοῦ. περὶ τούτου οἶμαι τὸν Θεόλογον λέγειν· καὶ εἴ τιϲ ποταμὸϲ πιϲτεύεται δι᾿ ἅλμηϲ ῥέων γλυκύϲ.