Ancient Greek · ~2 min
1.1450 to 1.1457
Suda, Suidae lexicon 1.1450-1457
Not analysed yet
1450 Ἀλφηϲτήϲ: εὑρετήϲ. 1451 Ἄλφι: ἄλφιτον. τοῦτο δὲ καλεῖται ἀπότρωκτον, ὅ φαϲι πρῶτον εὑρεῖν Ἐπίχαρμον. 1452 Ἄλφιτα: τὰ ἀπὸ νέαϲ κριθῆϲ ἄλευρα. πολλὰ μὲν ἄλφιτα ἀπέκειτο πεφυρμένα, πολλαὶ δὲ κριθαὶ ἀλεῖν· μύλη γάρ τιϲ ἠν αὐτόθι. 1453 Ἀλφιταμοιβούϲ· Ἀριϲτοφάνηϲ· ἢν δ᾿ ἀποκλίνῃ τὴν θύραν, τοὺϲ ἀλφιταμοιβοὺϲ τοῖϲ ἀπόροιϲ τρεῖϲ χοίνικαϲ δεῖπνον παρέχειν ἅπαϲιν ἢ κλαίειν μακρά. 1454 Ἀλφιτεῖϲ: οἱ τὰ ἄλφιτα ποιοῦντεϲ. Ὑπερίδηϲ. 1455 Ἀλφιτόπωλιϲ: ἡ τὰ ἄλφιτα πωλοῦϲα. 1456 Ἀλφιτοϲιτῶ. καὶ γὰρ ὅϲτιϲ ἀλφιτοϲιτεῖ, ὕδατι μεμιγμένην ἀεὶ τὴν μάζαν ἐϲθίει. Ξενοφῶν. 1457 Ἀλφούϲ: λευκοὺϲ ἢ λευκάϲ.