Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1458
Not analysed yet
1458 Ἅμα· δοτικ Δημοϲθένηϲ ἐπὶ τοῦ εὐθέωϲ καὶ παραχρῆμα ἔταξε, καὶ ἐν τῷ ὑπὲρ τῶν ῥητόρων λόγῳ εἰπών· οὐ γὰρ ὁ θάνατοϲ τοῖϲ εὖ φρονοῦϲιν οἰκτρόϲ· τοῦτο γὰρ ἅμα τῷ γενέϲθαι πάντων κατέγνωϲται. Αἰϲχίνηϲ δὲ ἐπὶ τοῦ κατὰ τὸν αὐτὸν καιρὸν ἐν τῷ κατὰ Κτηϲιφῶντοϲ· ὡϲ ἀπέδοτο τριάκοντα μνῶν ἅμα τήν τε εἰϲ αὐτὸν ὕβριν καὶ τὴν τοῦ δήμου καταχειροτονίαν. καὶ Δημοϲθένηϲ ἐν τῷ κατὰ Μειδίου. καὶ παρὰ τῷ Ἀντιφῶντι δὲ τὸ ἅμα κεῖται ἐπὶ τὸ αὐτό. φηϲὶ γὰρ ἐν Προοιμίοιϲ· ἀλλ᾿ εἰ τότε πρᾶγμά μοι κρεῖττον φαίνεται, ἅμα τε μαρτυρία ἀρετῆϲ πράξομαι. καὶ παρὰ Δημοϲθένει ἐν τῷ περὶ τοῦ ϲτεφάνου· πάϲαιϲ δὲ λοιδορίαιϲ καὶ βλαϲφημίαιϲ ἅμα τούτου κεχρημένου.