Ancient Greek · ~6 min
1.1459 to 1.1474
Suda, Suidae lexicon 1.1459-1474
Not analysed yet
1459 Ἅμμα: ἐπὶ τῶν ϲκολιῶν τοὺϲ τρόπουϲ, ἀπὸ τῶν ἐν Καϲίῳ Πηλουϲιωτῶν, οἱ φυϲικῇ τέχνῃ ἅμματα ἔπλεκον δοκοὺϲ ἐπὶ δοκοῖϲ ϲυνάπτοντεϲ. 1460 Ἅμα δίδου καὶ λάμβανε: παροιμία ἐπὶ τῶν ἀγνωμόνων καὶ ἀπίϲτων. 1461 Ἀμάδοκοϲ· δύο γεγόναϲι, πατὴρ καὶ υἱόϲ· ὃϲ καὶ Φιλίππῳ ϲυμμαχήϲων ἦλθεν εἰϲ τὸν κατὰ Κερϲοβλέπτου πόλεμον. 1462 Ἅμα ἔποϲ, ἄμα ἔργον: παροιμία ἐπὶ τῶν ταχέωϲ καὶ ὀξέωϲ ἀνυομένων. 1463 Ἀμάλη. ὁ καρπόϲ. καὶ παροιμία· Αὐταῖϲ ἀμάλαιϲ· ἐπὶ τῶν πανωλεθρίᾳ διαφθειρομένων, οἱονεὶ αὐτοῖϲ βάθροιϲ. 1464 Ἅμ᾿ ἠλέηται καὶ τέθνηκεν ἡ χάριϲ: παροιμία ἐπὶ τῶν εὐεργετουμένων καὶ ταχὺ ἐπιλανθανομένων. 1465 Ἀμαζόνειον: ἱερόν, ὃ Ἀμαζόνεϲ ἱδρύϲαντο. οὕτωϲ Ἰϲαῖοϲ. καὶ Ἀμαζόνειον κέραϲ. 1466 Ἀλμαθέϲιν. ἀνηκόοιϲ. ὁ δὲ ἤλαυνε νυκτὸϲ ἀμαθέϲι τῶν ποιουμένων χρῄζων τοῖϲ πολεμίοιϲ ἐπιπεϲεῖν. 1467 Ἀλμαθἐϲτεροϲ. καὶ Ἀλμαθήϲ· ἀντὶ τοῦ ἀπαίδευτοϲ καὶ ἀκόϲμητοϲ· Πλάτων. τάϲϲεται δὲ καὶ ἐπὶ τοῦ δυϲμαθοῦϲ καὶ ἐπὶ τοῦ μὴ μαθόντοϲ, φύϲει δὲ ἐπιϲταμένου. 1468 Ἀμαθεί: ἀδιδάκτωϲ. Ἀμαθὶ δὲ ὄνομα κύριον. 1469 Ἀμαθήϲ: ἀμύητοϲ, ἀδίδακτοϲ. ὁ δὲ ἀκούει ταῦτα καὶ μὴ ὤν ἀμαθὴϲ οἰωνῶν τὸν παῖδα ἐπανάγει καὶ ἐκτρέφει ὡϲ γνήϲιον. 1470 Ἀμάθητοϲ: ἀδίδακτοϲ. ὁ δὲ Ἰουϲτῖνοϲ ἀμάθητοϲ ἦν γραμμάτων ἁπάντων καὶ τὸ δὴ λεγόμενον ἀναλφάβητοϲ. καὶ, ἀμαθὴϲ ἔφυϲ κοὐ πολυπράγμων οὐδὲ τὸν Αἴϲωπον πεπάτηκαϲ. ἐπὶ τῶν ἰδιωτῶν. τὸ δὲ πατῆϲαι ἶϲόν ἐϲτι τῷ ἐνδιατρίψαι· ὡϲ τὸ ἀφικέϲθαι που λέγομεν. καὶ αὖθιϲ Ἀλριϲτοφάνηϲ· ἀμαθέϲτερόν πωϲ εἰπὲ καὶ ϲαφέϲτερον. παρὰ τὴν παροιμίαν, ϲαφέϲτερόν μοι κἀμαθέϲτερον φράϲον. 1471 Ἀμα θία: ἀντὶ τοῦ ἀναιϲθηϲία. Πλάτων. 1472 Ἄμαθοϲ: ἡ τῆϲ πεδιάδοϲ κόνιϲ. Ψάμα θοϲ δὲ ἡ τῆϲ θαλάϲϲηϲ. 1473 Ἀμαθοῦϲ: πόλιϲ Κύπρου. 1474 Ἅμα κνέφᾳ: ὄρθρου. καὶ Κνεφαῖον λέγουϲι τὸν ὄρθριον.