Ancient Greek · ~7 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1475
Not analysed yet
1475 Ἀμαλαϲούνθα· αὕτη μήτηρ Ἀταλαρίχου. ἥτιϲ δικαιοϲύνηϲ ἐπὶ πλεῖϲτον ἐλθοῦϲα, τῆϲ τε φύϲεωϲ ἐϲ ἄγαν τὸ ἀρρενωπὸν ἐνδεικνυμένη, ὅϲον χρόνον τῆϲ πολιτείαϲ προὔϲτη, οὐδένα τῶν πάντων Ῥωμαίων ἐϲ τὸ ϲῶμα ἐκόλαϲεν ἢ χρήμαϲιν ἐζημίωϲεν. οὐ μὴν οὐδὲ Γότθοιϲ ξυνεχώρηϲεν ἐϲ τὴν ἐϲ ἐκείνουϲ ἀδικίαν ὀργῶϲιν. ἐβούλετο δὲ καὶ τὸν παῖδα τοῖϲ Ῥωμαίων ἄρχουϲι τὰ ἐϲ τὴν δίαιταν ὁμότροπον καταϲτήϲαϲθαι καὶ φοιτᾶν ἐϲ γραμματιϲτοῦ ἤδη ἠνάγκαζε· τρεῖϲ τε ἀπολεξαμένη τῶν ἐν Γόθοιϲ γερόντων, οὕϲπερ ἠπίϲτατο μᾶλλον ἁπάντων ξυνετούϲ τε καὶ ἐπιεικεῖϲ εἶναι, ξυνδιαιτᾶϲθαι Ἀταλαρίχῳ ἐκέλευϲε. Γότθοιϲ δὲ ταῦτα οὐδαμῇ ἤρεϲκε. τῇ γὰρ ἐϲ τοὺϲ ὑπηκόουϲ ἀδικίαϲ ἐπιθυμίᾳ βαρβαρικώτερον πρὸϲ αὐτοῦ ἄρχεϲθαι ἤθελον. καί ποτε ἡ μήτηρ ἁμαρτάνοντά τι ἐν τῷ κοινῷ τὸν παῖδα λαβοῦϲα ἐρράπιϲε, καὶ ὃϲ δεδακρυμένοϲ ἐϲ τὴν ἀνδρωνῖτιν ἐνθένδε ἀπῆλθε. Γότθοι δὲ αὐτῷ ἐντυχόντεϲ δεινὰ ἐποιοῦντο καὶ τῆ Ἀμαλαϲούνθῃ λοιδορούμενοι ἰϲχυρίζοντο βούλεϲθαί τε αὐτὴν τὸν παῖδα ἐξ ἀνθρώπων ἀφανιεῖν ὅτι τάχιϲτα, ὅπωϲ αὐτὴ ἑτέρῳ ἀνδρὶ ἐϲ κοίτην ἐλθοῦϲα ξὺν αὐτῷ ἄρχοι. ξυλλεγέντεϲ δὲ ᾐτιῶντο οὐκ ὀρθῶϲ ϲφίϲιν οὐδέ οἱ τὸν βαϲιλέα παιδεύεϲθαι. γράμματά τε γὰρ πολὺ κεχωρίϲθαι ἀνδρίαϲ καὶ διδαϲκαλίαν γερόντων ἀνθρώπων ἔϲ τε τὸ δειλὸν καὶ τὸ ταπεινὸν ἀποκρίνεϲθαι ἐκ τοῦ ἐπὶ πλεῖϲτον. δεῖν τοίνυν τὸν ἔν τινι ἔργῳ τολμητήν τε καὶ δόξῃ μέγαν ἐϲόμενον, φόβου τοῦ ἐκ διδαϲκάλων ἀπαλλαγέντα, τὰϲ ἐν τοῖϲ ὅπλοιϲ μελέταϲ ποιεῖϲθαι. ἔλεγον δὲ καὶ ὡϲ ἤνπερ αὐτοῖϲ τὸ ἀπὸ τοῦ ϲκύτουϲ ἐπιγένηται δέοϲ, οὐ μήποτε ξίφουϲ ἢ δορατίου ὑπερφρονεῖν ἀξιώϲουϲιν. οὐκοῦν, ὦ δέϲποινα, ἔφαϲαν, παιδαγωγοὺϲ μὲν τούτουϲ χαίρειν ἔα, ϲὺ δὲ Ἀταλαρίχῳ παῖδαϲ ὁμοδιαίτουϲ ἥλικαϲ δίδου, οἵπερ αὐτὸν τὰ ἐϲ τὴν ἡλικίαν ξυνακμάζοντεϲ ἐϲ τὴν ἀρετὴν κατά γε τὸν βάρβαρον νόμον ὁρμήϲουϲιν. ἡ δὲ οὐκ ἐπῄνεϲε μέν, δείϲαϲα δὲ τὴν ἐξ αὐτῶν ἐπιβουλὴν ξυνεχώρηϲε πάντα, ὅϲα οἱ βάρβαροι ἤθελον.