Ancient Greek
1.148 to 1.169
Suda, Suidae lexicon 1.148-2-169
Not analysed yet
148 Γενικαὶ ἀρεταὶ δ′· φρόνηϲιϲ, ἀνδρεία, ϲωφροϲύνη καὶ δικαιοϲύνη. καὶ ζήτει τὰϲ ἀντικειμέναϲ αὐταῖϲ ἐν τῷ ὑπερήφανοϲ. 149 Γενικόϲ· ὅτι Ἀρτέμιοϲ, ὁ καὶ Ἀναϲτάϲιοϲ, βαϲιλεύϲ Ῥωμαίων, αἰϲθόμενοϲ ϲτόλον Σαρακηνῶν ἔρχεϲθαι κατὰ τῆϲ πόλεωϲ Ἰωάννην ἐφίϲτηϲιν ἡγεμόνα τοῦ πολέμου, διάκονον τῆϲ μεγάληϲ ἐκκληϲίαϲ καί λογιϲτὴν τῶν φόρων, ὅν Γενικὸν καλοῦϲιν ὃϲ πρὸϲ τῆ Ῥόδῳ γενόμενοϲ, καταϲταϲιαϲθεὶϲ ὑπὸ τοῦ πλήθουϲ ἀναιρεῖται 150 Γεννικῶϲ: γενναίωϲ. ἰϲχυρῶϲ. 151 Γενόμενα καὶ γινόμενα διαφέρει. τὰ μὲν γὰρ γενόμενα πάντωϲ ἀπέβη, τὰ δὲ γινόμενα ἤτοι ἀποβαίνει ἢ οὔ. 152 Γενόμενοϲ ἐξ ὀφθαλμῶν: φυγὼν, ἀποδράϲαϲ. ὁ δὲ γενόμενοϲ ἐξ ὀφθαλμῶν αὐτὸϲ εἶχε τἀπίχειρα τῆϲ ἀγνοίαϲ. Γεννώμενοϲ δὲ διὰ δύο νν, ὁ τικτόμενοϲ. 153 Γενν ούϲτηϲ: οἷον γεννήτηϲ, ἡ ϲυγγενὴϲ, ἢ ἔγγονοϲ· τὸ τελευτοῖον ἐκδέχεϲθαι ἄμεινον. 154 Γένωμαι· γενικῇ. αὐθυπότακτον. Γ′ ε νν ῶ δὲ αἰτιατικῇ. 155 Γέντα: τὰ μέλη· γέντα βοὸϲ μέλδοντεϲ. Καλλίμαχοϲ. 156 Γένυϲ: τὰ γένεια. 157 Γένυϲ: εἶδοϲ πελέκεωϲ ὅτε ϲοι παγχάλκων ἀνταία γενύων ἁρμόθη πλαγά. καὶ τὸ γένειον. 158 Γένυϲι: ϲιαγόϲιν. ἐν Ἐπιγράμμαϲι· χὠ μὲν ἐνέκλειϲεν φονίαν γένυν, ἐκ δὲ τενόντων ἔνθουϲ ῥομβητὴν ἐϲτροφάλιζε φόβην. 159 Γεοῦχοϲ: ὁ Ποϲειδῶν. ὁ τὴν γῆν ἔχων. Γαιήοχοϲ δέ. 160 Γεωγραφία: ἡ περιήγηϲιϲ. 161 Γεώὠδηϲ: ὁ ἐκ τῆϲ γῆϲ. 162 Γεώλοφον: ὀρεινὸν, ὄροϲ, ὕψωμα γῆϲ· καλοῦϲι δ’οὕτωϲ καὶ τὸν παχὺν καὶ ἀναίϲθητον ἄνθρωπον. πέπατο γὰρ οὐ μέγα τοῦτο κληρίον ἐν λυπρῇ τῇδε γεωλοφίῃ. 163 Γεωμέτρηϲ. ὁ τὴν γῆν μετρῶν. 164 Γεωμετρία. γεωμετρία ἐϲτὶν ἐπιϲτήμη ἐπιϲτητοῦ ἢ ὑποληπτοῦ. ἐπιϲτητὰ γὰρ καὶ ὑποληπτὰ καὶ τὰ ὧν ἐϲτιν ἡ γεωμετρία ἐπιϲτήμη. ταύτην δὲ τὴν ἐπιϲτήμην ἐφεῦρον Αἰγύπτιοι, ἐκ τοῦ ἀπλέτου τῆϲ γῆϲ καὶ τῆϲ διαιρέϲεωϲ τῶν χώρων προδιδαχθέντεϲ, εἶτα καὶ ϲυγγράψαντεϲ. 165 Γεωμόριον: γεώργιον. ἐν Ἐπιγράμμαϲι· ἐφ’ αἷϲ πολὺν ἔβραϲεν ἄντλον Κριθῶν καὶ λιπαρὰν εἶδε γεωμορίην. 166 Γεωμόροϲ. ὁ περὶ τὴν γῆν κοπιῶν. 167 Γεωπεῖναι: οἱ μικρὰν καὶ λυπρὰν ἔχοντεϲ γῆν. παρὰ δὲ Ἡροδότῳ οἱ γῆϲ πεινῶντεϲ καὶ ἀπορούμενοι. 168 Γεωπείνηϲ καὶ Γεωπόνοϲ καὶ Γεηπόνοϲ, ὁ τὴν γῆν πονῶν καὶ ἐργαζόμενοϲ. 169 Γεωπόϲ: ὁ γεωργόϲ.