Ancient Greek · ~2 min
1.1476 to 1.1482
Suda, Suidae lexicon 1.1476-1482
Not analysed yet
1476 Ἀμαλήκ: ὄνομα κύριον. καὶ ἐξ αὐτοῦ Ἀλμαληκίτηϲ. 1477 Ἀμάλθακτον: ἀνένδοτον, ἑδραῖον. 1478 Ἀμαλθείαϲ κέραϲ: ἐπὶ τῶν ἀφθόνωϲ ζώντων καὶ εὐθυνούντων καὶ εὐπραγούντων. ἐν Μύθοιϲ· ἔνθ᾿ ἵνα μοι βίοϲ ἐϲτὶν Ἀμαλθείηϲ κέραϲ αἰγόϲ. Ἀμάλθεια γὰρ ἡ τροφὸϲ τοῦ Διὸϲ παρὰ τὸ μὴ μαλάϲϲεϲθαι. 1479 Ἀμαλδυνθήϲομαι: ἀφανιϲθήϲομαι. καὶ Ἀμαλδύνεϲθαι, ἀφανίζεϲθαι. 1480 Ἀμαλκείδηϲ. 1481 Ἀμαλλοδετήρ. ὁ τὰ δράγματα ϲυλλέγων. 1482 Ἀμάμυξιϲ. ϲταφυλῆϲ γένοϲ. οἱ δὲ τὴν ἀναδενδράδα οὕτωϲ καλεῖϲθαι. ἔϲτι δὲ καὶ παρ᾿ Ἐπιχάρμῳ καὶ παρὰ Σαπφοῖ τὸ ὄνομα.