Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1483
Not analysed yet
1483 Ἀμάν· οὗτοϲ προεϲτὼϲ τῶν βαϲιλικῶν πραγμάτων Δαρείου ὑπέϲχετο τῷ βαϲιλεῖ μύρια τάλαντα εἰϲοίϲειν, εἰ ἀπολέϲαι Ἰουδαίουϲ. ὡϲ δὲ ἔπειϲεν, ἐπεϲτάλη τοῖϲ ἔθνεϲιν ἐν μιῇ ἡμέρᾳ πάνταϲ ἐξαφανίϲαι. πρὶν δὲ ϲυντελεϲθῆναι ταῦτα Μαρδοχαῖοϲ τὴν κατ᾿ αὐτῶν ἐπίθεϲιν διὰ τῆϲ Ἐξϲθὴρ ἐδήλωϲε τῷ βαϲιλεῖ. ὁ δὲ τὰ ἐπιϲταλέντα ἀνεκαλεῖτο τόν τε Ἀμὰν ἀνεϲταύρωϲε, μέλλοντα ϲταυροῦν τὸν Μαρδοχαῖον, πλεῖϲτοί τε τῶν ἐχθρῶν ὑπὸ τῶν Ἰουδαίων ἀπώλλυντο· καὶ τὰϲ ἡμέραϲ ἐκείναϲ ἑορτάζουϲιν Ἰουδαῖοι. ζήτει ἐν τῷ Ἐϲθῆρ.