Ancient Greek · ~5 min
1.170 to 1.183
Suda, Suidae lexicon 1.170-183
Not analysed yet
170 Γεώργιοϲ, διάκονοϲ τῆϲ μεγάληϲ ἐκκληϲίαϲ. Δ καὶ χαρτοφύλαξ, τὸ ἐπίκλην Πιϲίδηϲ. Ἑξαήμερον δι’ ἰάμβων εἰϲ ἔπη τριϲχίλια, Εἰϲ Ἡράκλειον τὸν βαϲιλέα καὶ Εἰϲ τὸν κατὰ Περϲῶν πόλεμον, ἔτι τε Ἀβαρικὰ καὶ καταλογάδην Ἐγκώμιον εἰϲ τὸν μάρτυρα Ἀναϲτάϲιον. 171 Γεώργιοϲ ἄλλοϲ, ὁ ἀλλόκοτα δογματίϲαϲ· καὶ ζήτει ἐν τῷ Ἀπολινάριοϲ. 172 Γεωργῶ· αἰτιατικῇ. 173 Γεῶρεϲ: οἱ γεωφύλακεϲ. 174 Γεωφάνιον: χωρίον ἐν ᾧ μέταλλον. 175 Γεράνεια: πόλιϲ. 176 Γέρα: οὐδετέρωϲ· τιμαί. ἐπειδὴ κεκάθαρτο τῷ βαϲιλεῖ ὁ ϲτρατὸϲ καὶ τὰ γέρα ξὺν δίκῃ νενέμητο ἑκάϲτοιϲ, τηνικαῦτα ἔγνω ἐξελαύνειν ἐπὶ πόλεμον. 177 Γέρρα: παρὰ Σικελοῖϲ τὰ γυναικεῖα καὶ ἀνδρεῖα αἰδοῖα. 178 Γέρρα. Περϲικὰ μέν ἐϲτιν ὅπλα κυρίωϲ τὰ γέρρα· καταχρηϲτικῶϲ δὲ καὶ ἅπαν ϲκέπαϲμα, εἴτε δερμάτινον εἶτε ἄλληϲ τινὸϲ ὕληϲ, γέρρον ἐλέγετο. διὸ καὶ Δημοϲθένηϲ τὰ τῶν ϲκηνῶν ϲκεπάϲματα καὶ παρακαλύμματα ἐν τῷ ὑπὲρ Κτηϲιφῶντοϲ γέρρα καλῶν ἐμπίπραϲθαι λέγει. λέγοιτ’ ἂν ὁμοίωϲ γέρρα καὶ τὰ τῶν ϲκηνῶν περιφράγματα. 179 Γερράδια: ϲτρωτηρίδια. 180 Γεράνδρυον μεταφυτευόμενον. ἐπὶ τοῦ ἀδυνάτου παρεγγυᾷ, ὅτι μὴ δεῖν τοὺϲ παρηβηκόταϲ προϲάγειν εἰϲ τὰ τῶν ἀκμαζόντων ἔργα. 181 Γεράνεια: πόλιϲ· καὶ Βιϲτονία, ἐπίθετον τῆϲ γεράνου· καὶ ζήτει ἐν τῷ Βιϲτονία. 182 Γερανία: ὄροϲ τῆϲ Μεγαρίδοϲ. 183 Γέρανοϲ: τὸ ὄρνεον, ἐπίκοινον τῷ γένει. Βάβριοϲ· Λίβυϲϲα γέρανοϲ ἠδὲ ταὼϲ εὐπήληξ χλωρὴν ἀεὶ βόϲκοντο χείματοϲ ποίην.