Ancient Greek · ~8 min
1.1484 to 1.1505
Suda, Suidae lexicon 1.1484-1505
Not analysed yet
1484 Ἀμάν: θερίζειν, παρὰ τὸ ἅμα. Βάβριοϲ· νῦν ἐϲτιν ὄντωϲ, παῖδεϲ, ἐκ τόπων φεύγειν, ὅτ᾿ αὐτὸϲ ἀμᾷ κοὐ φίλοιϲι πιϲτεύει. 1485 Ἀλμμανίται: ὄνομα ἔθνουϲ. ϲημαίνει δὲ καὶ τοὺϲ μύκηταϲ. 1486 Ἅμαξα τὸν βοῦν ἕλκει. 1487 Ἁμαξεία: ὁ τῶν ἁμαξῶν φόρτοϲ. 1488 Ἁμαξίϲ: εἶδὸϲ πλακοῦντοϲ, ἣν νῦν κοπτὴν φαμέν. Σύμμαχοϲ δὲ καὶ τὸ μικρὸν ἁμάξιον. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ὅτ᾿ ἐπριάμην ϲοι Διαϲίοιϲ ἁμαξίδα. 1489 Ἁμαξιτόν: ὁδὸν δημοϲίαν. Μάλχοϲ· ἡ δὲ εἰϲβολὴ τῆϲ Κιλικίαϲ ἁμαξιτὸϲ ἦν ὁδόϲ, ὀρθία ἰϲχυρῶϲ καὶ ἀμήχανοϲ εἰϲελθεῖν ϲτρατεύματι, εἴ τιϲ ἐκώλυεν. 1490 Ἁμαξουργοί. ἁμαξουργοὺϲ λέγουϲι τοὺϲ ἀγριοπηγούϲ. εἰδοϲ δὲ οἱ ἀγριοπηγοὶ τεκτόνων, οἳ τὰϲ ἁμάξαϲ καταϲκευάζουϲι καὶ πάντων τῶν ἀγρίων ξύλων εἰϲὶν ἐργάται. 1491 Ἀμάρη: ἡ ὑδρορρόα. 1492 Ἁλμαρτάδαϲ: ἀπὸ τῆϲ ἁμαρτὰϲ εὐθείαϲ. Προκόπιοϲ· αἱ τῶν γυναικῶν ἁμαρτάδεϲ οὐκ ἐπὶ τοὺϲ ἄνδραϲ ἵενται μόνον, ἀλλὰ καὶ παίδων ἅπτονται μᾶλλον, οὕϲ γε καὶ δόξαν τινὰ φέρεϲθαι ἐκ τοῦ ἐπιπλεῖϲτον ϲυμβήϲεται, ὡϲ φύϲει τρόπου ταῖϲ γειναμέναιϲ ἐοίκαϲιν. 1493 Ἁμαρτεῖν; ἀποτυχεῖν. γενικῇ. 1494 Ἁλμάρτη· γενικῇ καὶ δοτικῇ. αὐθυπότακτον· Ἁμαρτ ῇ δὲ ἐπίρρημα. Ἁμαρτάνω δὲ δοτικῇ. 1495 Ἁμαρτήϲοι: οὐχ ὑποτάϲϲεται. ἐὰν ἁμαρτήϲει. διὰ διφθόγγου. 1496 Ἁμαρτία: ἡ τοῦ ἀγαθοῦ ἀποτυχία. παρὰ τὸ μάρπτω, τὸ καταλαμβάνω, ἀμαρπτία τιϲ οὖϲα. 1497 Ἁμαρτίαν οἱ Ἀττικοί, Ἁμαρτάδα Ἡρόδοτοϲ καὶ ἄλλοι Ἴωνεϲ. 1498 Ἁμαρτωλοί: οἱ παρανομίᾳ ϲυζῆν προαιρούμενοι καὶ βίον διεφθαρμένον ἀϲπαζόμενοι. 1499 Ἁλμαρτοῖν εἴρηκε τὸ ἁμάρτοιμι Κρατῖνοϲ Δραπέτιϲι· ποδαπὰϲ ὑμᾶϲ εἶναι φάϲκων, ὦ μείρακεϲ, οὐκ ἂν ἁμαρτοῖν. καὶ ὅλωϲ ϲύνηθεϲ αὐτοῖϲ τὸ τοιοῦτον. 1500 Ἀμαρτυρήτουϲ: ἀντὶ τοῦ ἀμαρτύρουϲ. οὕτωϲ Ἀντιφάνηϲ. 1501 Ἀλμαρυγάϲ ὄψειϲ. οἱ δὲ ἀκτῖναϲ ὄψεωϲ. καὶ Ἀμαρυγή, λαμπηδών. καὶ παρὰ Ἀριϲτοφάνει ἡ κίνηϲιϲ. ὠκεῖα Μουϲάων φάτιϲ, οἵαπερ ἵππων ἀμαρυγά. τουτέϲτιν ἡ τῶν Μουϲῶν φάτιϲ ταχεῖά ἐϲτιν, ὡϲ ἵπποϲ ὠκεῖα, ἐπεὶ πτερόεντεϲ οἱ λόγοι. 1502 Ἀμαρυγκεύϲ: ὄνομα. καὶ Ἀμαρυγκείδηϲ. 1503 Ἀλμάρυγμα: φόρημα, εἴδωλον, κίνηϲιν, οἱ δὲ λαμπηδόνα. 1504 Ἄμαϲ ἀπῄτουν, οἱ δ᾿ ἀπηρνοῦντο ϲκάφαϲ: ἐπὶ τῶν ἄλλα μὲν αἰτούντων, ἄλλα δὲ τῶν αἰτουμένων ἔχειν ἀπαρνουμένων. 1505 Ἄλμαϲιϲ. ὄνομα κύριον. καὶ Ἄμαϲτοϲ, ὁ ἀμάϲητοϲ, ὡϲ ἄπαϲτοϲ ὁ ἄγευϲτοϲ.