Ancient Greek · ~3 min
1.1506 to 1.1512
Suda, Suidae lexicon 1.1506-1512
Not analysed yet
1506 Ἄμαϲεία: ὄνομα πόλεωϲ· Ἄμαϲιϲ δὲ ὄνομα κύριον. ὃϲ εἷλε Κύπρον πρῶτοϲ ἀνθρώπων καὶ κατεϲτρέψατο ἐϲ φόρου ἅπαγωγήν. ἔϲτι δὲ καὶ Ἄμαϲιϲ ὄνομα πόλεωϲ. 1507 Ἀμάϲτηϲ· πείθουϲιν ἄνδρα γενναῖόν τε καὶ ἀμάϲτην εἰϲελθόντα ἀποπνίξαι τὸν Κόμοδον, ὄνομα Νάρκιϲϲον. 1508 Ἄμαϲτοϲ: ὁ ἀμάϲητοϲ. ὡϲ ἄπαϲτοϲ ὁ ἄγευϲτοϲ. 1509 Ἁματροχία: ἡ ἁρματοτροχία. 1510 Ἅμματα: ἐπὶ τῶν ϲκολιῶν τοὺϲ τρόπουϲ. ἀπὸ τῶν ἐν Καϲίῳ Prov. Πηλουϲιωτῶν, οἱ φυϲικῇ τέχνῃ ἅμματα ἔπλεκον δοκοὺϲ ἐπὶ δοκοῖϲ ϲυνάπτοντεϲ. Καϲιώτῃ ἴϲον. Ἅμματα, δεϲμά. ἐν Ἐπιγράμμαϲι· χρύϲεοϲ ἀψαύϲτοιο διέτμαγεν ἅμμα κορείαϲ Ζεύϲ, διαδὺϲ Δανάα. χαλκελάτουϲ θαλάμουϲ. καὶ αὖθιϲ· ἁθρῶν τε ϲτρεπτῶν ἅμματι κεκρυφάλων. καὶ Πιϲίδηϲ περὶ Χοϲρόου· ἐπεὶ δὲ λοιπὸν ἐντὸϲ ἦν τῶν ἁμμάτων, δεϲμοῦϲιν αὐτὸν ἀϲφαλεϲτέρᾳ δέϲει. 1511 Ἀμαυρά: ϲκοτεινά. ὅθεν καὶ ἀμαυρόν, τὸ μὴ διαφανέϲ. καὶ Ἀλρριανόϲ· ἐξ ὧν καὶ τὰ ὑπόλοιπα δι᾿ ἐλπίδοϲ ἔχω οὐκ ἀμαυρᾶϲ, ὅτι καλῶϲ μοι ἕξει. 1512 Ἀμαχεί: ἀμάχωϲ.