Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1513
Not analysed yet
1513 Ἀμάχιοϲ· οὗτοϲ ἐπὶ Ἰουλιανοῦ τοῦ παραβάτου ἄρχων ἦν μικρᾶϲ πόλεωϲ Φρυγίαϲ, Ἕλλην γοργόϲ. τῶν ἱερῶν ἀνοιγομένων, Μακεδόνιόϲ τιϲ καὶ Θεόδουλοϲ καὶ Τατιανὸϲ ζήλῳ τοῦ Χριϲτιανιϲμοῦ νυκτὸϲ ἐϲπηδήϲαντεϲ ϲυντρίβουϲι τὰ ἀγάλματα. οἳ πολλὰϲ αἰκίαϲ καὶ τιμωρίαϲ διὰ τοῦτο ὑπομείναντεϲ ἐϲχαραιϲ τε ἐπιτεθέντεϲ καὶ πυρὶ ἐτιμωροῦντο. τὴν δὲ ἀνδρίαν ὑπέδειξαν τηνικαῦτα εἰπόντεϲ· εἰ ἐπεθύμηϲαϲ, ὦ Ἀλμάχἰε, ὀπτῶν κρεῶν ἀπογεύϲαϲθαι, ϲτρέψον ἡμᾶϲ καὶ εἰϲ τὰϲ ἑτέραϲ πλευράϲ, ἵνα μὴ εἰϲ τὴν γεῦϲιν ἡμίοπτοι ὀφθῶμέν ϲοι. καὶ οὕτωϲ ἐτελειώθηϲαν.