Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1514
Not analysed yet
1514 Ἄμαχον: δυϲκαταμάχητον. Πίνδαροϲ· ἄμαχον δὲ κρύψαι τὸ ϲυγγενὲϲ ἦθοϲ. Αἰλιανόϲ· ἰχθύων δὲ ἀπηνέγκαντο πλῆθοϲ ἄμαχον καὶ ἀνέϲτηϲαν τρόπαιον καὶ βωμοὺϲ ὤρθωϲαν. καὶ αὖθιϲ· ἐτίθετο ἕκαϲτοϲ τὸ ἔργον ἐαυτοῦ ἀποδεῖξαι. ἑώρων γὰρ τὸν βαϲιλέα ϲπεύδοντα τοῦτο ἀμάχωϲ. καὶ αὖθιϲ· ἦν δὲ ἱέρεια τῷ θεῷ κάλλοϲ ἄμαχοϲ. καὶ αὖθιϲ· ἀδοκήτου χειμῶνοϲ καταρραγέντοϲ κατήνεχθη πλῆθοϲ χιόνοϲ ἄμαχον. καὶ αὖθιϲ οὐ δυναϲτεία ἄμαχοϲ. καὶ αὖθιϲ· ἐϲ ὑπεροψίαν δὲ ἐξαφθεὶϲ ἄμαχον, τοῦ μὲν ἔτι ἄνθρωποϲ εἶναι κατεφρόνει.